ιδ′ περὶ συλλογισμῶν.
αὐτῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει), τοῦτο δὲ καὶ δυνά- μει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν (146 sqq.) πρὸς αὐτούς, ὅτε περὶ τῆς παρολκῆς
διαλεγόμενοι μέθοδόν τινα ἐλέγομεν δι’ ἧς ἐνδέχεται δεικνύναι, ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες.
ἐπ’ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται,
τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ’ αὐτῶν ἔχοντες.
εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν, ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαίνοιτο τοῖς ἄλλοις, οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις, οἶον γοῦν, ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ. μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω, οὔκ ἐστιν ἀληθὴς
ἡ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ’ πρότασις.
ὡς ὑπεμνήσαμεν, εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον, τὴν μὲν καθολικὴν πρότασιν δι’ ἑκάστης τῶν κατὰ μέρος <......>
τὴν μὲν ‘οὐδεὶς ἄνθρωπος τετράπους’ πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς ‘οὐδεὶς ἄνθρωπος τετράπους’ συλ- λογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσι.
‘φῶς ἒστι’, τό τε ‘φῶς ἐστι’ μετὰ τοῦ ‘ἡμέρα ἔστι βεαιωτικόν ἐστι τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστιν’. οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ ‘φῶς ἒστι’ τῷ ‘ἡμέρα ἒστιν’.
οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνημμένον, διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ ‘εἰ ἡμέρα ἐστι, φῶς ἔστι συνημμένου ὅσον ἐπὶ
τῷ προκειμένῳ ἀναπδείκτῳ, τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν ’π’ ἀναποδείκτῳ βεβαιούσης, κἀνταῦθα ὁ διάλτρόπον 2 103 τρόπος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ λόγου.
ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστι συνημμένον, ὡς εἲγε καθ’ ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ
ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἴνα δι’ αὐτοῦ πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον.
τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ ‘οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἒστι’, καὶ τὸ διεζευγμένον, τὸ ‘ἢτοι ἡμέρα ἔστιν ἢ νὺξ ἒστιν’, ὑγιῆ νομίζοιτο ἂν εἶναι.
ἀλλὰ τὸ <μὴ> συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες ‘οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νύξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’· ‘ἤτοι ἡμέρα ἐστιν ἢ νύξ
ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἒστιν’, ἢ ‘οὐχὶ δὲ νύξ ἔστιν· ἡμέρα ἄρα ἒστιν’.
ἐστιν ἀσυνύπαρκτα, τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συνάγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ, ὁ δι’ ἀλλήλων εἰσάγεται τρόπος, μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πιστεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχομένων
ἀξιωμάτων καταλαβεῖν, μήτε τὸ ἀσυνύπαρκτον αὐτῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν 3 τροπικῶν συνερωτήσεως.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.