ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτούς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ ‘οὐδέν ἐστιν ἀληθές’ οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λύγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος ‘εἰ ἔστιν ἀπόδειξις,
ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἐστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα', καὶ διά πλειόνων μέν, ὧς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπι- 1 2 3 4 100 χειρήματος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.