τῷ ῾ἔστιν ἀπόδειξις᾿· τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ᾿ αὐτοὺς συνγμμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον,
ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ οὐ δύναται ὑγιὲς εἶναι τοῦτο <τὸ> συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις.᾿
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.