ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἷναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀλη- θεῖς δέ εἰσι λόγοι δι’ ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν
ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη ‘οὐκ ἔστιν ἄρα ἀπόδειξες'· <ἀληθὲς> ἄρα ἔστι τὸ ‘οὐκ ἔστιν ἐκ περιτροπῆς.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.