ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' οὐκ ἔστιν ἀποδεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος ‘εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι
διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι' ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ ‘εἰσὶν ἄρα νοητοὶ πόροι'.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.