ιβ′ περὶ ἀποδείξεως.
<ἔστιν· σκότος> ἄρα ἔστιν’, οὐ μέντοι ἀληθής. τὸ συμπεπλεγμένον ψεῦδός ἐστι, τὸ νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι,’ ψεῦδος ἔχον ἐν ἑαυτῷ τὸ ‘νὺξ ἔστιν·' ψεῦδος γάρ ἐστι συμπεπλεγμένον τὸ ἔχον ἐν ἑαυτῷ ψεῦδος. ἔνθεν καὶ ἀληθῆ λόγον εἶναί φασι τὸν δι’ ἀληθῶν
λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα.
ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' οὐκ ἔστιν ἀποδεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος ‘εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι
διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι' ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ ‘εἰσὶν ἄρα νοητοὶ πόροι'.
οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἶον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἶός ἐστιν ὁ τοιοῦτος ‘εἰ τίς σοι εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός δείκνυμι δὲ καθ’ ὑλόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλουτήσει
οὗτος· πλουτήσει ἄρα οὗτος'· συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει.
ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ δεύτερον ἄρα·' τὸ γὰρ ῥεῖν τούς ἱδρῶτας ἐκκα- 7 8 89 λυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι.
ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι λέγεται ἀπόδειξις λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.