καὶ ᾦ ἐὰν ἐπιραωτισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ῥαντισθῇ ἐπ’ αὐτό, πλυθήσεται ἐν τόπῳ ἁγίῳ.
ὀστράκινον οὗ ἐὰν ἐψεθῇ ἐν αὐτῷ συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψεθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι.
τοῖς ἱερεῦσιν φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶν κυρίου.
πάντα τὰ περὶ τῆς ἁμαρτίας ὦν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται.
ἁγίων ἐστίν.
τὸν κριὸν τῆς πλημμελίας ἔναντι κυρίου, καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ·
αὐτοῦ προσοίσει ἀπ’ αὐτοῦ, καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων,
τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτά·
κάρπωμα τῷ κυρίῳ· περὶ πλημμελίας ἐστίν.
ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν.
μελίας, νόμος εἷς αὐτῶν· ὁ ἱερεὺς ὅστις ἐξιλάσεται, ἐν αὐτῷ ἔσται.
ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει αὐτῷ ἔσται.
ἥτις ποιηθήσεται ἐν τῶ κλιβάνῳ, καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ’ ἐσχάρας ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν, αὐτῷ ἔσται.
ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ἀαρὼν ἔσται, ἑκάστῳ τὸ ἴσον.
Leviticus. Septuaginta. ed. Henry Barclay Swete. Germany. 2015.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.