Φερίας δὲ Αἰγινήτης—οὗτος γὰρ δὴ παρὰ τὸν Ἀθηναῖον Ἀριστοφῶντα ἀνάκειται—ὀγδόῃ μὲν πρὸς 0 ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι κομιδῇ τε ἔδοξεν εἶναι νέος καὶ οὐκ ἐπιτήδειός πω νομισθεὶς παλαίειν ἀπηλάθη τοῦ ἀγῶνος, τῇ δὲ ἑξῆς—κατεδέχθη γὰρ τηνικαῦτα ἐς τοὺς παῖδας—ἐνίκα παλαίων. τῷ δὲ Φερίᾳ τούτῳ διάφορον καὶ οὐδαμῶς ἐοικυῖαν ἔσχεν ἐν Ὀλυμπίᾳ τύχην Νικασύλος Ῥόδιος.
Μίλωνα δὲ τὸν Διοτίμου πεποίηκε μὲν Δαμέας ἐκ Κρότωνος καὶ οὗτος· ἐγένοντο δὲ τῷ Μίλωνι ἓξ μὲν ἐν Ὀλυμπίᾳ πάλης νῖκαι, μία δὲ ἐν παισὶν ἐξ αὐτῶν, Πυθοῖ δὲ ἔν τε ἀνδράσιν ἓξ καὶ μία ἐνταῦθα ἐν παισίν. ἀφίκετο δὲ καὶ ἕβδομον παλαίσων ἐς Ὀλυμπίαν· ἀλλὰ γὰρ οὐκ ἐγένετο οἷός τε καταπαλαῖσαι Τιμασίθεον πολίτην τε ὄντα αὐτῷ καὶ ἡλικίᾳ νέον, πρὸς δὲ καὶ σύνεγγυς οὐκ ἐθέλοντα ἵστασθαι.
Μίλωνι μὲν δὴ τοιόνδε τέλος ἐπηκολούθησε· Πύρρον δὲ τὸν Αἰακίδου βασιλεύσαντα ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ καὶ ἔργα πολλὰ ἐργασάμενον καὶ ἄξια μνήμης, ἃ ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, τοῦτον ἐς τὴν Ἄλτιν ἀνέθηκε Θρασύβουλος Ἠλεῖος. παρὰ δὲ τὸν Πύρρον ἀνὴρ μικρὸς αὐλοὺς ἔχων ἐστὶν ἐκτετυπωμένος ἐπὶ στήλῃ. τούτῳ Πυθικαὶ νῖκαι γεγόνασι τῷ ἀνδρὶ δευτέρῳ μετὰ Σακάδαν τὸν Ἀργεῖον·
κεῖνται δὲ καὶ ἐν παισὶν εἰληφότες δρόμου νίκας Μενεπτόλεμος ἐξ Ἀπολλωνίας τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ καὶ Κορκυραῖος Φίλων, ἐπὶ δὲ αὐτοῖς Ἱερώνυμος Ἄνδριος, ὃς τὸν Ἠλεῖον Τισαμενὸν πενταθλοῦντα ἐν Ὀλυμπίᾳ κατεπάλαισε τὸν ἐν Ἕλλησιν ὕστερον τούτων ἐναντία Μαρδονίου καὶ Μήδων Πλαταιᾶσι μαντευσάμενον. οὗτός τε δὴ ὁ Ἱερώνυμος ἀνάκειται καὶ 0 παρʼ αὐτὸν παλαιστὴς παῖς, Ἄνδριος καὶ οὗτος, Προκλῆς ὁ Λυκαστίδα· τοῖς πλάσταις δὲ οἳ τοὺς ἀνδριάντας ἐποίησαν, τῷ μὲν Στόμιός ἐστιν ὄνομα, τῷ δὲ τὸν Προκλέα εἰργασμένῳ Σῶμις. Αἰσχίνῃ δὲ Ἠλείῳ νῖκαί τε δύο ἐγένοντο πεντάθλου καὶ ἴσαι ταῖς νίκαις αἱ εἰκόνες.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.