ἀνάκειται δὲ τῇ ἐν Ὀλυμπίᾳ καὶ στήλη λέγουσα τοῦ Λακεδαιμονίου Χιόνιδος τὰς νίκας. εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλʼ οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον· ἔστω γὰρ δήπου, ὡς ἐν τῇ στήλῃ, οὐκ εἶναί πω τοῦ 0 ὅπλου τὸν δρόμον· πῶς ἂν οὖν ἐπίσταιτο ὁ Χίονις εἰ αὖθίς ποτε προσνομοθετήσουσιν Ἠλεῖοι; τούτων δὲ ἔτι ἐς πλέον ἥκουσιν εὐηθείας οἳ τὸν ἑστηκότα ἀνδριάντα παρὰ τῇ στήλῃ φασὶν εἰκόνα εἶναι Χιόνιδος, ἔργον ὄντα τοῦ Ἀθηναίου Μύρωνος.
ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίν τε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων· ποιήσαιο δʼ ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι. ὁ Πολίτης δʼ ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ Θρακίᾳ Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν· ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου διʼ ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ τὸ βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχου τε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε δὲ διαύλου σφίσι τὴν τρίτην.
Χιόνιδος δὲ οὐ πόρρω τῆς ἐν Ὀλυμπίᾳ στήλης Σκαῖος ἕστηκεν ὁ Δούριος Σάμιος, κρατήσας πυγμῇ 0 παῖδας· τέχνη δὲ ἡ εἰκών ἐστι μὲν Ἱππίου τοῦ , τὸ δὲ ἐπίγραμμα δηλοῖ τὸ ἐπʼ αὐτῷ, νικῆσαι Σκαῖον ἡνίκα ὁ Σαμίων δῆμος ἔφευγεν ἐκ τῆς νήσου, τὸν δὲ καιρὸν ἐπὶ τὰ οἰκεῖα τὸν δῆμον.
ἡ δὲ ἵππος ἡ τοῦ Κορινθίου Φειδώλα ὄνομα μέν, ὡς οἱ Κορίνθιοι μνημονεύουσιν, ἔχει Αὔρα, τὸν δὲ ἀναβάτην ἔτι ἀρχομένου τοῦ δρόμου συνέπεσεν ἀποβαλεῖν αὐτήν· καὶ οὐδέν τι ἧσσον θέουσα ἐν κόσμῳ περί τε τὴν νύσσαν ἐπέστρεφε, καὶ ἐπεὶ τῆς σάλπιγγος ἤκουσεν, ἐπετάχυνεν ἐς πλέον τὸν δρόμον, φθάνει τε δὴ ἐπὶ τοὺς Ἑλλανοδίκας ἀφικομένη καὶ νικῶσα ἔγνω καὶ παύεται τοῦ δρόμου. Ἠλεῖοι δὲ ἀνηγόρευσαν ἐπὶ τῇ νίκῃ τὸν Φειδώλαν καὶ ἀναθεῖναί οἱ τὴν ἵππον ταύτην ἐφιᾶσιν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.