τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπʼ αὐτῆς σταδίους, πέτρα τέ ἐστιν ὑψηλὴ—μοῖρα ὄρους ἡ πέτρα—καὶ ἱερὸν ἐπʼ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος· ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ· μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.
τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴν ἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι. λέγονται δὲ οἱ Βούλιοι Φιλομήλου καὶ Φωκέων σύλλογον τὸν κοινόν. ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆς Βοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων διʼ ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν οὐκ οἶδα· οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺ Ἀντικύρας τέ ἐστι καὶ Βούλιδος· ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν, τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ 0 εἶναι μάλιστα εἰκάζομεν.
ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν· καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομός τέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸν ἱππικόν. τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦ λόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι, ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶ ἀμείνω καὶ τὰ χείρω νέμοντος· οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομος οὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπʼ ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.