ἐς δὲ Ἄμβροσσον στάδιοι περὶ ἑξήκοντά εἰσιν ἐκ Στίρεως· πεδιὰς ἡ ὁδός, ὀρῶν ἐν μέσῳ πεδίον κείμενον. ἄμπελοι δὲ τὸ πολύ εἰσι τοῦ πεδίου, καὶ ἐν γῇ τῇ Ἀμβροσσέων οὐ συνεχεῖς μὲν ὥσπερ αἱ ἄμπελοι, πεφύκασι μέντοι καὶ αἱ θάμνοι· τὴν δὲ θάμνον ταύτην Ἴωνες μὲν καὶ τὸ ἄλλο Ἑλληνικὸν κόκκον, Γαλάται δὲ οἱ ὑπὲρ Φρυγίας φωνῇ τῇ ἐπιχωρίῳ σφίσιν ὀνομάζουσιν ὗς. γίνεται δὲ αὕτη μέγεθος μὲν ἡ κόκκος κατὰ τὴν ῥάμνον καλουμένην, φύλλα δὲ μελάντερα μὲν καὶ μαλακώτερα ἢ ἡ σχῖνος, τὰ μέντοι ἄλλα ἐοικότα ἔχει τῇ σχίνῳ.
ἡ δὲ Ἄμβροσσος κεῖται μὲν ὑπὸ τὸ ὄρος τὸν Παρνασσόν, τὰ ἐπέκεινα δὲ ἢ Δελφοί· τεθῆναι δὲ τὸ ὄνομα τῇ πόλει ἀπὸ ἥρωός φασιν Ἀμβρόσσου. Θηβαῖοι δὲ ἐς τὸν Μακεδόνων καὶ Φιλίππου καθιστάμενοι πόλεμον περιέβαλον τῇ Ἀμβρόσσῳ διπλοῦν τεῖχος· τὸ δέ ἐστιν ἐπιχωρίου λίθου, χρόαν μέλανος, ἐς τὰ μάλιστα ἰσχυροῦ· κύκλος δὲ ἑκάτερος τοῦ τείχους πλάτος μὲν ἀποδέων ὀλίγον ἐστὶν ὀργυιᾶς, τὸ δὲ ὕψος ἐς ἡμίσειάν τε καὶ δύο ὀργυιάς, ὅπου μὴ τὸ τεῖχος πεπόνηκε·
τραπέντι δὲ ἐπὶ Ἀντίκυραν ἀνάντης τὰ πρῶτά ἐστιν ὁδός· ἀναβάντι δὲ ὅσον δύο στάδια ὁμαλές τε χωρίον καὶ ἐν δεξιᾷ τῆς ὁδοῦ Δικτυνναίας ἐπίκλησιν ἱερόν ἐστιν Ἀρτέμιδος. ταύτην οἱ Ἀμβροσσεῖς ἄγουσι μάλιστα ἐν τιμῇ· τῷ δὲ ἀγάλματι ἐργασία τέ ἐστιν Αἰγιναία καὶ μέλανος τοῦ λίθου πεποίηται. τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίας κατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι. τὰ δὲ ἀρχαιότερα ὄνομα εἶναι Κυπάρισσον τῇ πόλει φασί, καὶ Ὅμηρον ἐν Φωκέων καταλόγῳ τὸ ὄνομα θελῆσαι θέσθαι γε αὐτόν, ὅτι ἤδη τηνικαῦτα ἐκαλεῖτο Ἀντίκυρα· εἶναι γὰρ δὴ τὸν
Ἀντικυρέα κατὰ Ἡρακλέα ἡλικίαν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.