ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴς τῇ Φωκίδι ἐστὶ κατὰ τὴν Κίρραν. ἐς δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίως δὲ ἅπαντα δηλώσω. Ὀρεσθεῖ τῷ Δευκαλίωνος βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶ σκύλακος ξύλον· κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπʼ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις.
Δελφῶν δὲ ἀπωτέρω σταδίοις εἴκοσί τε καὶ ἑκατόν ἐστιν Ἄμφισσα μεγίστη καὶ ὀνομαστοτάτη πόλις τῶν Λοκρῶν. ἐσποιοῦσι δὲ αὑτοὺς ἐς τὸ Αἰτωλικὸν αἰσχύνῃ τῶν Ὀζολῶν τοῦ ὀνόματος· καὶ δὴ καὶ ἔχει λόγον εἰκότα, ὅτε βασιλεὺς ὁ Ῥωμαίων ἀναστάτους ἐς τὸν Νικοπόλεως συνοικισμὸν ἐποίησεν Αἰτωλούς, ἀποχωρῆσαι τοῦ δήμου τὸ πολὺ ἐς τὴν Ἄμφισσαν. τὸ μέντοι ἐξ ἀρχῆς γένους τοῦ Λοκρῶν εἰσι· τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομα ἀπὸ Ἀμφίσσης τῆς Μάκαρος τοῦ Αἰόλου φασὶ καὶ Ἀπόλλωνα ἐραστὴν γενέσθαι τῆς Ἀμφίσσης.
τούτων δὲ τῶν Λοκρῶν τοσαίδε ἄλλαι πόλεις εἰσίν· ἄνω μὲν ὑπὲρ Ἀμφίσσης πρὸς ἤπειρον Μυονία σταδίοις ἀπωτέρω τριάκοντα Ἀμφίσσης· οὗτοι καὶ τῷ Διὶ ἐν Ὀλυμπίᾳ εἰσὶν οἱ ἀναθέντες Μυᾶνες τὴν ἀσπίδα. κεῖται δὲ τὸ πόλισμα ἐπὶ ὑψηλοῦ, καί σφισιν ἄλσος καὶ βωμὸς θεῶν Μειλιχίων ἐστί· νυκτεριναὶ δὲ αἱ θυσίαι θεοῖς τοῖς Μειλιχίοις εἰσὶ καὶ ἀναλῶσαι τὰ κρέα αὐτόθι πρὶν ἢ ἥλιον ἐπισχεῖν νομίζουσι. καὶ Ποσειδῶνός ἐστιν ὑπὲρ τὴν πόλιν τέμενος καλούμενον Ποσειδώνιον, ἐν δὲ αὐτῷ ναὸς Ποσειδῶνος· τὸ δὲ ἄγαλμα ἐς ἐμὲ οὐκ ἦν.
οὗτοι μὲν δὴ ὑπεροικοῦσιν Ἀμφίσσης· ἐπὶ θαλάσσης δὲ Οἰάνθεια καὶ ταύτῃ ὁμοροῦσά ἐστι Ναύπακτος. πλὴν δὲ Ἀμφίσσης ὑπʼ Ἀχαιῶν οἱ ἄλλοι Πατρέων ἄρχονται, βασιλέως σφίσι δόντος Αὐγούστου. ἐν Οἰανθείᾳ δὲ Ἀφροδίτης τε ἱερὸν καὶ ὀλίγον ὑπὲρ τὴν πόλιν κυπαρίσσου τε ἀναμὶξ καὶ τῆς πίτυός ἐστιν ἄλσος καὶ ναός τε Ἀρτέμιδος καὶ ἄγαλμα ἐν τῷ ἄλσει· γραφαὶ δὲ ἐπὶ τῶν τοίχων ἐξίτηλοί τε ἦσαν ὑπὸ τοῦ χρόνου καὶ 0 οὐδὲν ἔτι ἐλείπετο ἐς θέαν αὐτῶν.
ἐνταῦθα ἔστι μὲν ἐπὶ θαλάσσῃ ναὸς Ποσειδῶνος καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, ἔστι δὲ καὶ ἱερὸν Ἀρτέμιδος καὶ ἄγαλμα λευκοῦ λίθου· σχῆμα δὲ ἀκοντιζούσης παρέχεται καὶ ἐπίκλησιν εἴληφεν Αἰτωλή. Ἀφροδίτη δὲ ἔχει μὲν ἐν σπηλαίῳ τιμάς· εὔχονται δὲ καὶ ἄλλων εἵνεκα καὶ αἱ γυναῖκες μάλιστα αἱ χῆραι γάμον αἰτοῦσι παρὰ τῆς θεοῦ.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.