Ζ.
ἀποτελεῖται.
1 2 3 4
σφαῖραν συμβεβηκότα καὶ ἔτι τὰ περὶ τὰς ὑποθέσεις τῶν κινήσεων ἡλίου καὶ σελήνης καὶ τῶν κατʼ αὐτὰς θεωρουμένων σχηματισμῶν ἀρξόμεθα νῦν ἕνεκεν τῆς κατὰ τὸ ἑξῆς θεωρίας τοῦ περὶ τῶν ἀστέρων λόγου καὶ πρώτου κατὰ τὸ ἀκόλουθον τοῦ περὶ τῶν ἀπλανῶν
καλουμένων.
ἂν αὐτοὺς καλοῖμεν ἀπλανεῖς, ἕνεκεν δὲ τοῦ τὴν σφαῖραν αὐτῶν ὅλην, ἐφʼ ἧς ὥσπερ προσπεφυκότες περιφέρονται, καὶ αὐτὴν φαίνεσθαι ποιουμένην εἰς τὰ ἑπόμενα καὶ πρὸς ἀνατολὰς τῆς πρώτης φορᾶς μετάβασιν ἰδίαν καὶ τεταγμένην οὐκέτʼ ἂν ἁρμόζοι καὶ
ταύτην ἀπλανῆ καλεῖν· ἑκάτερον γὰρ τούτων οὕτως ἔχον εὑρίσκομεν, ἐξ ὧν γε ὁ τοσοῦτος χρόνος ὑποβάλλει, καὶ τοῦ Ἱππάρχου μὲν ἔτι πρότερον, ἀφʼ ὧν εἶχε φαινομένων, ἐν ὑπονοίᾳ τούτων ἀμφοτέρων γεγονότος, ὥστε μέντοι περὶ τοῦ πλείονος χρόνου στοχάσασθαι 5 6 7 μᾶλλον ἢ διαβεβαιώσασθαι διὰ τὸ πάνυ ὀλίγαις πρὸ ἑαυτοῦ περιτετυχηκέναι τῶν ἀπλανῶν τηρήσεσι σχεδόν τε μόναις ταῖς ὑπὸ Ἀριστύλλου καὶ Τμοχάριδος ἀναγεγραμμέναις καὶ ταύταις οὔτε ἀδιστάκτοις οὔτʼ ἐπεξειργασμέναις, καὶ ἡμῶν δʼ ἐκ τῆς τῶν νῦν θεωρουμένων
πρὸς τὰ τότε συγκρίσεως τὴν αὐτὴν κατάληψιν εὑρισκόντων, ἤδη μέντοι βεβαιοτέραν τῷ καὶ ἀπὸ πλείονος χρόνου τὴν ἐξέτασιν γεγενῆσθαι καὶ τὰς τοῦ Ἱππάρχου περὶ τῶν ἀπλανῶν ἀναγραφάς, πρὸς ἃς μάλιστα πεποιήμεθα τὰς συγκρίσεις, μετὰζπάσης ἐξεργασίας
ἡμῖν παραδεδόσθαι.
οἱ τῶν ἐν τῷ ζῳδιακῷ πρὸς ἀλλήλους ἢ τῶν ἔξωθεν αὐτοῦ πρὸς τοὺς ὁμοίωος ἔχοντας, ὅπερ ἄν συνέβαινεν, εἰ μόνοι, καθʼ ἣν ἐκτίθεται πρώτην ὑπόθεσιν ὁ Ἵππαρχος, οἱ περὶ τὸν ζῳδιακὸν αὐτὸν ἀστέρες ἐποιοῦντο τὴν εἰς τὰ ἑπόμενα μετάβασιν, ἀλλὰ καὶ τῶν ἐν τῷ
ζῳδιακῷ πρὸς τοὺς ἔξωθεν αὐτοῦ καὶ ἀπωτέρω, γένοιτο μὲν ἂν εὐκατανόητον καὶ παντὶ τῷ βουλομένῳ προσάγειν τὴν ἐξέτασιν καὶ φιλαληθῶς ἀναθεωρεῖν, εἰ 8 9 τὰ νῦν φαινόμενα συμφώνως ἔχει ταῖς κατʼ ἐκεῖνον ἀναγραφαῖς.
τε εἶναι δυναμένας καὶ πᾶσαν τὴν σύγκρισιν ὑπτʼ ὄψιν ἀγαγεῖν ἐκ τοῦ συντετηρημένους δεικνύειν τοὺς περιεχομένους σχηματισμοὺς ὑπὸ τῶν ἔξωθεν τοῦ ζῳδιακοῦ κατὰ τὸ αὐτὸ πρὸς ἀλλήλους τε καὶ τούς ἐν τῷ ζῳδιακῷ.
διὰ ῶν ἄκρων εὐθείας καὶ πρὸς ἄρκτους καὶ πρὸς ἀνατολὰς παραλλάσσει δάκτυλον α U+2220΄, τὰ δὲ μεταξὺ διαστήματά ἐστιν ἴσα. ἐπὶ δὲ τῶν κατὰ τὸν Λέοντα, ὅτι τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος τεσσάρων οἱ δύο οἱ πρὸς ἀνατολὰς καὶ τοῦ Ὕδρου ὁ ἐν τῇ
ἐκφύσει τοῦ τραχήλου ἐπʼ εὐθείας εἰσίν, καὶ πάλιν, ὅτι ἡ ἀγομένη εὐθεῖα διά τε τῆς οὐρᾶς τοῦ Λέοντος καὶ τοῦ ἐν ἄκρᾳ οὐρᾷ τῆς Ἄρκτου πρὸς δύσιν ἀπολαμβάνει τὸν ὑπὸ τὴν οὐρὰν τῆς Ἄρκτου ἐκφανῆ 10 11 12 13 14 δακτύλῳ ἐνί, καὶ ὁμοίως, ὅτι ἡ διὰ τοῦ ὑπὸ τὴν οὐρὰν τῆς Ἄρκτου καὶ τῆς οὐρᾶς τοῦ Λέοντος εὐθεῖα ἐπιζευγνύει τοὺς ἡγουμένους τῶν ἐν τῷ Πλοκάμῳ. ἐπὶ δὲ τῶν κατὰ τὴν Παρθένον, ὅτι τοῦ βορείου ποδὸς τῆς Παρθένου καὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Βοώτου
μεταξὑ κεῖνται δύο, ὧν ὁ μὲν νότιος καὶ λαμπρὸς ὅμοιός τε τῷ ποδὶ τοῦ Βοώτου τὴν διὰ τῶν ποδῶν εὐθεῖαν πρὸς ἀνατολὰς παραλλάσσει, ὁ δὲ βόρειος καὶ ἡμιεκφανὴς ἐπʼ εὐθείας ἐστὶν τοῖς ποσίν, καὶ ὅτι τῶν δύο τούτων τοῦ ἡμιεκφανοῦς προηγοῦνται δύο ἐκφανεῖς
ποιοῦντες μετὰ τοῦ ἡμιεκφανοῦς τρίγωνον ἰσοσκελές, οὗ κορυφὴ ὁ ἡμιεκφανής, οὐτοι δὲ ἐπʼ εὐθείας εἰσὶν τῷ τε Ἀρκτούρῳ καὶ τῷ νοτίῳ ποδὶ τῆς Παρθένου, καὶ πάλιν, ὅτι τοῦ Στάχυος καὶ τοῦ δευτέρου ἐν τῷ Ὕδρῳ ἀπʼ ἄκρας οὐρᾶς μεταξὑ κεῖνται τρεῖς ἐπʼ
εὐθείας ἀλλήλοις· τούτων ὁ μέσος ἐπʼ εὐθείας ἐστὶν τῷ τε τάχυι καὶ τῷ δευτέρῳ ἀπʼ ἄκρας τῆς τοῦ Ὕδρου οὐρᾶς. ἐπὶ δὲ τῶν κατὰ τὰς Χηλάς, ὅτι ὁ ἐπʼ εὐθείας ἔγγιστα τοῖς λαμπροῖς τῶν Χηλῶν πρὸς ἄρκτους λαμπρός τέ ἐστιν καὶ τριπλοῦς· ἐφʼ ἑκάτερα
γὰρ αὐτοῦ μικρὸς εἶς παράκειται. ἐπὶ δὲ τῶν κατὰ τὸν Χκορπίον, ὅτι ἡ ἀγομένη εὐθεῖα διά τε τοῦ ἑπομένου τῶν ἐν τῷ κέντρῳ τοῦ Σκορπίου καὶ διί 15 16 17 18 19 τοῦ δεξιου γόνατος τοῦ φιούχου διχοτομεῖ τὸ μεταξὑ διάστημα τῶν δύο τῶν ἡγουμένων ἐν τῷ δεξιῷ ποδὶ τοῦ λφιούχου, καὶ ὅτι ὁ πέμπτος καὶ ἕβδομος σφόνδυλος ἐπʼ εὐθείας εἰσὶ τῷ ἐν μέσῳ τῷ Θυμιατηρίῳ
λαμπρῷ, καὶ πάλιν, ὅτι ὁ βορειότερος τῶν ἐν τῇ βάσει τοῦ Θυμιατηρίου μεταξὑ καὶ ἐπʼ εὐθείας ἔγγιστά ἐστιν τῷ τε πέμπτῳ σφονδύλῳ καὶ τῷ ἐν μέσῳ τῷ Θυμιατηρίῳ ἴσον σχεδὸν ἀφʼ ἑκατέρου ἀπέχων. ἐπὶ δὲ τῶν κατὰ τὸν Τοξότην, ὅτι τοῦ ὑπὸ τὸν Τοξότην
Κύκλου πρὸς ἀνατολὰς καὶ πρὸς μεσημβρίαν κεῖνται δύο ἐκφανεῖς ἱκανὸν διεστηκότες ἀλλήλων ὡς πήχεις τρεῖς· τούτων ὁ νοτιώτερος καὶ λαμπρότερος, ἐπὶ δὲ τοῦ ποδὸς τοῦ Τοξότου, ἐπʼ εὐθείας ἐστὶν ἔγγιστα τῷ μέσῳ τῶν ἐν τῷ Κύκλῳ τριῶν ἐκφανῶν τῶν πρὸς,
ἀνατολὰς ἐν τῷ αὐτῷ μάλιστα κειμένων καὶ τῶν ἐν τῷ Τετραπλεύρῳ ἀντιγωνίων λαμπρῶν τῷ ἑπομένῳ, τὰ δὲ μεταξὑ αὐτῶν δύο διαστήματά ἐστιν ἴσα, ὁ δὲ βόρειος αὐτῶν τὴν μὲν εὐθεῖαν ταύτην πρὸς ἀνατολὰς παραλλάσσει, ἐπʼ εὐθείας δʼ ἐστὶν τοῖς λαμπροῖς καὶ ἀντιγωνίοις
ἐν τῷ Τετραπλεύρῳ. ἐπὶ δὲ τῶν κατὰ τὸν Ὑδροχόον, ὅτι οἱ ἐν τῇ κεφαλῇ τοῦ που δύο συνεχεῖς καὶ ὁ ἑπόμενος ὡμος τοῦ Ὑδροχόου ἔγγιστα ἐπʼ 20 21 εὐθείας εἰσίν, παράλληλός ἐστιν ἡ ἀπὸ τοῦ ἡγουμένου ὥμου τοῦ δροχόου ἐπὶ τὸν ἐν τῇ γένυι τοῦ Ἵππου, καὶ πάλιν, ὅτι ὁ μος ὁ ἡγούμενος τοῦ Τδροχόου καὶ τῶν ἐν τῷ τραχήλῳ τοῦ Ἵππου δύο ὁ λαμπρὸς καὶ ὁ ἐν τῷ ὀμφαλῷ τοῦ που ἐπʼ εὐθείας εἰσὶν καὶ τὰ διαστήματα
ἴσα, καὶ ὅτι ἡ διὰ τοῦ ῥύγχους τοῦ Ἵππου καὶ τοῦ πρὸς ἀνατολὰς τῶν ἐν τῇ Κάλπιδι τεσσάρων δίχα τε καὶ πρὸς ὀρθὰς ἔγγιστα τέμνει τὴν διὰ τῶν ἐν τῇ κεφαλῇ τοῦ που δύο συνεχῶν. ἐπὶ δὲ τῶν κατὰ τούς Ἰχθύας, ὅτι ὁ ἐν τῷ ῥύγχει τοῦ νοτίου
χθύος καὶ τοῦ Ἵππου ὅ τε ἐν τοῖς ὥμοις λαμπρὸς καὶ ὁ ἐν τῷ στήθει λαμπρὸς ἐπʼ εὐθείας εἰσίν. ἐπὶ δὲ τῶν κατὰ τὸν Κριόν, ὅτι ὁ ἡγούμενος τῆς βάσεως τοῦ Τριγώνου πρὸς ἀνατολὰς δάκτυλον ἕνα παραλλάσσει τὴν ἀγομένην εὐθεῖαν διά τε τοῦ ἐν τῷ
ῥύγχει τοῦ Κριοῦ καὶ διὰ τοῦ ἀριστεροῦ ποδὸς τῆς Ἀνδρομέδας, καὶ πάλιν, ὅτι τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ οἱ ἡγούμενοι καὶ ἡ διχοτομία τῆς βάσεως τοῦ Τριγώνου ἐπʼ εὐθείας εἰσίν. ἐπὶ δὲ τῶν κατὰ τὸν Ταῦρον, ὅτι τῶν άδων οἱ πρὸς ἀνατολὰς καὶ τῆς
δορᾶς, ῆν ἔχει ὁ Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, ὁ ἕκτος ἀπὸ μεσημβρίας ἀριθμούμενος ἐπʼ εὐθείας εἰσίν, καὶ ὅτι ἡ ἀγομένη εὐθεῖα διά τε τοῦ ἡγουμένου ὀφθαλμοῦ τοῦ Ταύρου καὶ διὰ τοῦ ἑβδόμου ἀπὸ μεσημερίας 22 τῶν ἐν τῇ δορᾷ τὸν λαμπρὸν τῶν Ὑάδων πρὸς ἄρκτους ἀπολαμβάνει δάκτυλον. ἐπὶ δὲ τῶν κατὰ τοὺς Διδύμους, ὅτι ταῖς κεφαλαῖς τῶν Διδύμων ἐπʼ εὐθείας ἐστίν τις ἀστὴρ ὑπολειπόμενος τῆς ἑπομένης
κεφαλῆς τριπλάσιον τοῦ τῶν κεφαλῶν διαστήματος, ὁ δʼ αὐτὸς καὶ τοῖς νοτιωτέροις τῶν περὶ τὸ νεφέλιον τεσσάρων ἐπʼ εὐθείας ἐστίν.
οὐδένα μέχρι τοῦ νῦν ὁρῶμεν ἠλλοιωμένον, ὅπερ ἄν συμβεβήκει πάνυ αἰσθητῶς ἐν τοῖς μεταξὑ διακοσίοις που καὶ ἐξήκοντα ἔτεσιν, εἰ μόνοι τῶν ἀστέρων οἱ περὶ τὸν τῶν ζφδίων κύκλον ἐποιοῦντο τὴν πρὸς ἀνατολὰς μετάβασιν.
εἶναι δυναμένους ἀπὸ τῶν κατὰ τὸν Κριὸν τὴν ἀρχὴν ποιησάμενοι.
ὁ κοινὸς τοῦ τε ἑπομένου ποδὸς τοῦ νιόχου καὶ ἄκρου τοῦ βορείου κέρως τοῦ Ταύρου καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὥμῳ τοῦ Σρίωνος ἐπʼ εὐθείας εἰσίν. πάλιν οἱ ἐν ταῖς κεφαλαῖς τῶν Διδύμων λαμπροὶ καὶ ὁ ἐν τῷ τραχήλῳ τοῦ Τδρου λαμπρὸς ἐπʼ εὐθείας ἔγγιστά
εἰσιν. πάλιν οἱ ἐν τῷ ἐμπροσθίῳ ποδὶ τῆς Ἄρκτου συνεχεῖς δύο καὶ ὁ ἐπʼ ἄκρας τῆς βορείου χηλῆς τοῦ Καρκίνου καὶ τῶν Ὄνων ὁ βορειότερος ἐπʼ εὐθείας εἰσίν. ὁμοίως ὁ νότιος Ὄνος καὶ ὁ ἐν τῷ Πρόκυνι λαμπρὸς καὶ ὁ μεταξὑ αὐτῶν ἐκφανής, προηγούμενος
δὲ τῆς τοῦ Ὕδρου κεφαλῆς, ἐπʼ εὐθείας ἔγγιστά εἰσιν. πάλιν ἡ ἀπὸ τοῦ μέσου τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος λαμπρῶν ἐπὶ τὸν ἐν τῷ Ὕδρῳ λαμπρὸν ἀγομένη εὐθεῖα μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν ἐπὶ τῆς καρδίας τοῦ Λέοντος· ἡ ἀπὸ τοῦ ἐν τῇ ὀσφύι
τοῦ Λέοντος λαμπροῦ ἐπὶ τὸν ἐν τῷ ὀπισθομήρῳ τῆς Ἄρκτου λαμπρόν, ὅς ἐστιν τοῦ τετραπλεύρου τῆς 28 29 30 ἑπομένης πλευρᾶς ὁ νότιος, μικρὸν πρὸς δυσμὰς ἀπολαμβάνει τοὺς ἐν τῷ ἑπομένῳ ἀκρόποδι τῆς Ἄρκτου δύο συνεχεῖς. πάλιν ἡ ἀπὸ τοῦ ἐν τῷ ὀπισθομήρῳ τῆς Παρθένου ἐπὶ τὸν δεύτερον ἀπʼ ἄκρας τῆς
οὐρᾶς τοῦ Τδρου πρὸς δυσμὰς ἀπολαμβάνει βραχύ τὸν καλούμενον Στάχυν· ἡ ἀπὸ τοῦ Στάχυος ἐπὶ τὸν ἐν τῇ κεφαλῇ τοῦ Βοώτου μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν Ἀρκτοῦρον· ὁ Στάχυς καὶ οἱ ἐπὶ τῶν πτερύγων τοῦ Κόρακος ἐπʼ εὐθείας εἶσίν· ὁ
Στάχυς καὶ ὁ ἐν τῷ ὀπισθομήρῳ τῆς Παρθένου καὶ τῶν ἐν τῇ προηγουμένῃ κνήμῃ τοῦ Μοώτου τριῶν ὁ βόρειος καὶ λαμπρὸς ἐπʼ εὐθείας εἰσίν. πάλιν οἱ ἐν ταῖς Χηλαῖς λαμπροὶ καὶ ὁ ἐπʼ ἄκρας τῆς οὐρᾶς τοῦ Ὕδρου ἐπʼ εὐθείας ἔγγιστά εἰσιν· ὁ ἐν τῇ νοτίῳ
Χηλῇ λαμπρὸς καὶ ὁ Ἀρκτοῦρος καὶ ὁ μέσος τῶν ἐν τῇ οὐρᾷ τῆς Ἄρκτου τῆς μεγάλης τριῶν ἐπʼ εὐθείας εἶσίν· ὁ ἐν τῇ βορείῳ Χηλῇ λαμπρὸς καὶ ὁ Ἀρκτοῦρος καὶ ὁ ἐν τῷ ὀπισθομήρῳ τῆς Ἄρκτου ἐπʼ εὐθείας εἰσίν. πάλιν ὁ ἐπὶ τοῦ ἑπομένου ἀντικνημίου τοῦ Ὀφιούχου
καὶ ὁ ἐν τῷ πέμπτῳ σφονδύλῳ τοῦ κορπίου καὶ τῶν ἐν τῷ κέντρῳ αὐτοῦ δύο συνεχῶν ὁ προηγούμενος ἐπʼ εὐθείας εἰσίν· τῶν ἐν τῷ στήθει τοῦ Σκορπίου τριῶν ὁ προηγούμιενος καὶ οἱ δύο οἱ ἐν τοῖς γόνασιν 31 32 33 34 τοῦ Ὀφιούχου τρίγωνον ἰσοσκελὲς ποιοῦσιν, οὗ κορυφὴ τῶν ἐν τῷ στήθει τριῶν ὁ προηγούμενος. πάλιν ὁ ἐπὶ τοῦ ἐμπροσθίου καὶ νοτίου σφυροῦ τοῦ Τοξότου, δευτέρου δὲ μεγέθους, καὶ ὁ ἐπὶ τῆς ἀκίδος καὶ ὁ ἐν τῷ ἑπομένῳ γόνατι τοῦ φιούχου
ἐπʼ εὐθείας εἰσίν· ὁ ἐν τῷ γόνατι τοῦ αὐτοῦ ποδὸς τοῦ Τοξότου παρακείμενος τῷ Στεφάνῳ καὶ ὁ ἐπὶ τῆς ἀκίδος καὶ ὁ ἐν τῷ ἡγουμένῳ γόνατι τοῦ Ὀφιούχου ἐπʼ εὐθείας εσίν. πάλιν ἡ ἀπὸ τοῦ ἐν τῇ Λύρα λαμπροῦ ἐπὶ τὸν ἐν τοῖς κέρασιν τοῦ
Αἰγόκερω ἐπιζευγνυμένη εὐθεῖα μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν ἐν τῷ Ἀετῷ λαμπρόν· ἡ ἀπὸ τοῦ ἐν τῷ Ἀετῷ λαμπροῦ ἐπὶ τὸν ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος πρώτου μεγέθους διχοτομεῖ ἔγγιστα τὸ μεταξὺ διάστημα τῶν ἐπὶ τῆς οὐρᾶς τοῦ Αἰγόκερω δύο
λαμπρῶν. πάλιν ἡ ἀπὸ τοῦ ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος πρώτου μεγέθους ἐπὶ τὸν ἐν τῷ ῥύγχει τοῦ Ἵππου μικρὸν πρὸς ἀνατολὰς ἀπολαμβάνει τὸν λαμπρὸν τὸν ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὑδροχόου. πάλιν τῶν δύο νοτίων γθύων οἱ ἐν τοῖς στόμασι καὶ τοῦ ἐν τῷ
Ἵππῳ τετραπλεύρου οἱ ἡγούμενοι ἐπʼ εὐθείας εἰσίν.
ἑπόμενα τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου κίνησίν τινα ποιεῖται.
παρίστασθαι, τὸ δὲ καὶ τὴν τούτων σφαῖραν ποιεῖσθαί τινα κίνησιν ἰδίαν εἰς τὰ ἐναντία τῇ τῶν ὅλων φορᾷ, τουτέστιν εἰς τὰ ἑπόμενα τοῦ διʼ ἀμφοτέρων τῶν πόλων τῶν τε τοῦ ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων γραφομένου μεγίστου κύκλου, φανερὸν ἡμῖν γίνεται
μάλιστα διὰ τὸ τοὺς αὐτοὺς ἀστέρας μὴ τὰς αὐτὰς διαστάσεις πάλαι τε καὶ καθʼ ἡμᾶς πρὸς τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα συντηρεῖν, ἀλλʼ αἰεὶ κατὰ τοὺς ὑστέρους χρόνους πλείονα τῆς προτέρας διάστασιν εἰς τὰ ἑπόμενα τῶν αὐτῶν σημείων ἀπέχοντας εὑρίσκεσθαι.
ἐπιλογίζεται τὸν Στάχυν ἀπέχοντα τοῦ μετοπωρινοῦ 37 38 39 σημείου εἰς τὰ προηγούμενα ἐν μὲν τοῖς καθʼ ἑαυτὸν χρόνοις μοίρας ϛ, ἐν δὲ τοῖς κατὰ Τιμόχαριν η ἔγγιστα μοίρας· φησὶν γὰρ ἐπὶ πᾶσιν οὕτως· ,,Εἰ τοίνυν λόγου χάριν ὁ Στάχυς προηγεῖτο τοῦ φθινοπωρινοῦ σημείου κατὰ τὸ μῆκος τῶν ζῳδίων πρότερον μοίρας η, νῦν
δὲ προηγεῖται μοίρας Ϛ“, καὶ ὅσα δὴ τούτοις ἐπιλέγει· σχεδὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπλανῶν, ὧν πεποίηται τὴν σύγκρισιν, τὴν τοσαύτην εἰς τὰ ἑπόμενα παραχώρησιν ἀποδείκνυσι γεγενημένην. ἡμεῖς τε τὰ καθʼ ἑαυτοὺς φαινόμενα τῶν ἀπλανῶν διαστήμιατα πρὸς τὰ τροπικὰ
καὶ ἰσημερινὰ σημεῖα παραβάλλοντες τοῖς ὑπὸ τοῦ Ἱππάρχου τετηρημένοις τε καὶ ἀναγεγραμμένοις οὐδὲν ἡττον εὑρίσκομεν τὴν εἰς τὰ ἑπόμενα τοῦ διὰ μέσων παραχώρησιν αὐτῶν ἀναλόγως τῇ προκειμένῃ μεταβάσει γεγενημένην. πεποιήμεθα δὲ τὴν τοιαύτην ἐξέτασιν διὰ
τοῦ προκατασκευασθέντος ἡμῖν ὁργάνουπρὸς τὰς παρατηρήσεις τῶν κατὰ μέρος τῆς σελήνης ἀπὸ τοῦ ἡλίου διαστά σέων τὸν μὲν ἕτερον τῶν ἀστρολάβων κύκλον πρὸς τὴν καταλαμβανομένην ἐν τῇ τῆς τηρήσεως ὥρᾳ φαινομένην τῆς σελήνης πάροδον ἀποκαθίσταντες, τὸν δὲ ἕτερον
πρὸς τὸν διοπτευόμενον ἀστέρα παραφέροντες, ὅπως ἂν ἤ τε σελήνη καὶ ὁ ἀστὴρ ἄμα κατὰ τῶν οἰκείων τόπων διοπτεύωνται, καὶ οὕτως ἐκ τῆς πρὸς τὴν σελήνην διαστάσεως καὶ τὴν ἑνὸς ἑκάστου τῶν λαμπρῶν ἀστέρων ἐποχὴν καταλαμβανόμενοι.
40
τουτέστιν μετὰ ἐ U+2220ʹ ὥρας ἴσημερινὰς τῆς ἐν τῇ θʹμεσημβρίας, τὴν φαινομένην σελήνην ἀπέχουσαν τοῦ ἡλίου περὶ τὰς τρεῖς μοίρας τῶν Ἰχθύων διοπτευομένου τμήματα 9β καὶ η΄, μετὰ δὲ ἡμιώριον καταδεδυκότος ἤδη τοῦ ἡλίου καὶ μεσουρανοῦντος τοῦ τετάρτου
μέρους τῶν Διδύμων τῆς φαινομένης σελήνης κατὰ τὴν αὐτὴν θέσιν διοπτευομένης ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἐφαίνετο διὰ τοῦ ἑτέρου τῶν ἀστρολάβων ἀπέχων τῆς σελήνης εἰς τὰ ἑπόμενα πάλιν μοίρας ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων νζ ς΄. ἀλλὰ τὸ μὲν
πρῶτον ἐπεῖχεν ὁ ἥλιος ἀκριβῶς Ἰχθύων μοίρας γ καὶ κʹ ἔγγιστα μιᾶς μοίρας μέρος, ὥστε καὶ τὴν σελήνην τὴν φαινομένην ἐπέχειν τότε διὰ τὴν τῶν 9β καὶ ηʹ μοιρῶν εἰς τὰ ἑπόμενα διάστασιν τῶν Διδύμων μοίρας ε καὶ ςʹ ἔγγιστα, ὅσας καὶ κατὰ τὰς ὑποθέσεις ἡμιῶν
ῶφειλεν ἐπέχειν, μετὰ δὲ τὸ ἡμιώριον ἡ σελήνη ἐπικινηθῆναι μὲν ὤφειλεν εἰς τὰ ἑπόμενα τέταρτον ἔγγισταμιᾶςμοίρας, παραλλάξαι δὲ εἰς τὰ προηγούμενα παρὰ τὴν πρώτην θέσιν δωδέκατον ἔγγισταμιἄς μοίρας. ἐπεῖχεν οὖν καὶ μετὰ τὸ ἡμιώριον ἡ φαινομένη 41 42 43 σελήνη Διδύμων μοίρας ε γʹ, ὥστε καὶ ὁ ἐπὶ τῆς καρδίας, ἐπειδήπτερ ἀπέχων αὐτῆς ἐφαίνετο εἰς τὰ ἑπόμενα μοίρας νζ ς΄, ἐπεῖχεν μὲν τοῦ Λέοντος μοίρες β U+2220΄, διειστήκει δὲ τοῦ θερινοῦ τροπικοῦ σημείου μοίρας λβ U+2220΄.
τῶν ζῳδίων μοίρας β D τῶν ἀπὸ τῆς τοῦ ππάρχου τηρήσεως ἐτῶν μέχρι τῆς ἀρχῆς Ἀντωνίνου, καθʼ ?ἣν μάλιστα καὶ ἡμεῖς τὰς πλείστας τῶν ἀπλανῶν παρόδους τετηρήκαμεν πέντε που καὶ ἐξήκοντα καὶ διακοσίων συναγομένων, ὡς ἐκ τούτων τὴν τῆς μιᾶς μοίρας εἰς
τὰ ἑπόμενα παραχώρησιν ἐν ἑκατὸνἔγγιστα ἔτεσιν γεγενημένην εὑρῆσθαι, καθάπερ καὶ ὁ Ἵππαρχος ὑπονενοηκὼς φαίνεται, διʼ ὧν φησιν ἐν τῷ Περὶ τοῦ ἐνιαυσίου μεγέθους οὕτως· ,,Εἰ γὰρ παρὰ ταύτην τὴν αἰτίαν αἵ τε τροπαὶ καὶ ἰσημερίαι μετέβαινον εἰς τὰ προηγούμενα
τῶν ζῳδίων ἐν τῷ ἐνιαυτῷ μὴ ἔλασσον ἢ 44 45 46 47 ἑκατοστὸν μιᾶς μοίρας, ἔδει ἐν τοῖς τριακοσίοις ἔτεσιν μὴ ἔλασσον ἢ γ μοίρας αὐτὰ μεταβεβηκέναι“. Τὸν αὐτὸν δὲ τρόπον τόν τε Χτάχυν καὶ τοὺς λαμπροτάτους τῶν περὶ τὸν διὰ μέσων ἀπὸ τῆς σελήνης
διοπτεύσαντες, εἶτα λοιπὸν ἀπʼ αὐτῶν τούτων προχειρότερον καὶ τοὺς ἄλλους, τὰς μὲν πρὸς ἀλλήλους αὐτῶν διαστάσεις εὑρίσκομεν πάλιν τὰς αὐτὰς ἔγγιστα ταῖς ὑπὸ τοῦ Ἱππάρχου τετηρημέναις, τὰς δὲ πρὸς τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα καθʼ ἕκαστον ταῖς δυσὶ
καὶ διμοίρῳ μοίραις ἔγγιστα παρακεχωρηκυίας εἰς τὰ ἑπόμενα παρὰ τὴν κατὰ τὸν ππαρχον ἀναγραφήν.
περὶ τούς τοῦ ἰσημερινοῦ πόλους ἢ περὶ τοὺς τοῦ λοξοῦ καὶ διὰ μέσων τῶν ζῳδίων ἀποτελεῖται, ἐγίνετο μὲν ἂν τὸ τοιοῦτο δῆλον καὶ ἐξ αὐτῆς τῆς κατὰ μῆκος παραχωορήσεως, ἐπειδήπερ οἱ διὰ τῶν πόλων τοῦ 48 ἑτέρου τῶν εἰρημένων γραφόμενοι μέγιστοι κύκλοι ἀνίσους ἀπολαμβάνουσιν ἐφʼ ἑκατέρου περιφερείας, εἰ μὴ παντάπασιν ἔν γε τῷ τοσούτφ χρόνῳ βραχείας γεγενημένης τῆς κατὰ μῆκος παραχωρήσεως ἀνεπαίσθητος ἔτι ἐτύγχανεν ἡ διὰ τὴν προειρημένην αἰτίαν διαφορά.
μάλιστα δʼ ἂν τὸ τοιοῦτον εὐκατανόητον γένοιτο διὰ τῆς κατὰ πλάτος αὐτῶν παρόδου πάλαι τε καὶ νῦν· πρὸς ὁπότερον γὰρ ἄν τῶν κύκλων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διὰ μέσων τῶν ζῳδίων τὴν κατὰ τὸ πλάτος διάστασιν συντηροῦντες αἰεὶ φαίνωνται, περὶ τοὺς
τούτου πόλους δῆλον τι καὶ ἡ τῆς σφαίρας αὐτῶν κίνησις ἀποτελεσθήσεται. συγκατατίθεται μὲν οὖν καὶ ὁ ππαρχος τῇ περὶ τοὺς τοῦ λοξοῦ πόλους γινομένῃ· συνάγει γὰρ ἐντῷ Περὶ τῆς μεταπτώσεως τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων πάλιν αὐτὸν τὸν Στάχυν ἔκ
τε τῶν ὑπὸ Τμοχάριδος καὶ ἐκ τῶν ὑπ’ αὐτοῦ τετηρημένων οὐχὶ πρὸς τὸν ἰσημερινόν, ἀλλὰ πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων τὴν πηλικότητα τῆς κατὰ πλάτος ἀποστάσεως τετηρηκότα καὶ δυσὶ μοίραις νοτιώτερον ὄντα τοῦ διὰ μέσων τῶν ζῳδίων καὶ πρότερον
καὶ ὕστερον, καὶ διὰ τοῦτο ἐν τῷ Περὶ τοῦ ἐνιαυσίου μεγέθους μόνην μὲν ὑποτίθεται τὴν περὶ τούς τοῦ διὰ μέσων τῶν ζῳδίων πόλους γινομένην κίνησιν, 49 διστάζει δʼ ὅμως ἔτι, καθάπερ καὶ αὐτός φησιν, διὰ τὸ μήτε τὰς τηρήσεις τῶν περὶ τὸν ΤΠμόχαριν ἀξιοπίστους εἶναι πάνυ ὁλοσχερῶς εἰλημμένας μήτε τὴν ἐν τῷ μεταξὑ χρόνῳ διαφορὰν ἱκανὴν ἤδη γεγονέναι πρὸς
βεβαίαν κατάληψιν. ἡμεῖς μέντοι καὶ κατὰ τὸν ἔτι πλείω χρόνον τετηρημένον εὑρίσκοντες τὸ τοιοῦτο καὶ κατὰ πάντων σχεδὸν τῶν ἀπλανῶν βεβαιοτέραν εἰκότως ἄν ἤδη νομίζοιμεν τὴν περὶ τοὺς τοῦ λοξοῦ πόλους γινομένην αὐτῶν κίνησιν· τὰς μὲν γὰρ πρὸς τὸν
διὰ μέσων τῶν ζῳδίων ἑκάστου κατὰ πλάτος ἀποστάσεις τηροῦντες ὡς ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένουμεγίστου κύκλου σχεδὸντὰς αὐτὰς εὑρίσκομεν περιεχομένας ταῖς κατὰ τὸν Ἵππαρχον ἀναγεγραμμέναις καὶ συναγομέναις ἢ τὸ ἐλάχιστόν γε καὶ ὅσον ἂν παρʼ αὐτὰς
τὰς τηρήσεις ἐνδέχοιτο παρορᾶσθαι διαφωνούσας, ἐπὶ δὲ τῶν πρὸς τὸν ἰσημερινὸν ὡς ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου μεγίστου κύκλου τηρουμένων διαστάσεων οὔτε τὰς ὑφʼ ἡμῶν καταλαμβανομένας συμφώνους ταῖς ὑπὸ τοῦ ππάρχου κατὰ τὸν αὐτὸν τρόπον ἀναγεγραμμέναις
οὔτε ταύτας ταῖς ἔτι πρότερον ὑπὸ τῶν περὶ τὸν Τμόχαριν, ἀλλὰ καὶ ἐξ αὐτῶν τούτων συνισταμένην ἔτι μᾶλλον τὴν πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον αὐτῶν τοῦ πλάτους ταυτότητα, βορειοτέρων μὲν εὑρισκομένων αἰεὶ τῆς παλαιοτέρας πρὸς
τὸν ἰσημερινὸν διαστάσεως τῶν ἐν τῷ ἀπὸ χειμερινῆς 50 51 τροπῆς ὡς ἐπὶ τὸ ἐαρινὸν σημεῖον μέχρι θερινῆς τροπῆς ἡμισφαιρίῳ, νοτιωτέρων δὲ τῶν ἐν τῷ ἐναντίῳ, καὶ τῶν μὲν τοῖς ἰσημερινοῖς σημείοις ἐγγιζόντων ἐν ταῖς μείζοσι διαφοραῖς, τῶν δὲ τοῖς τροπικοῖς ἐν ἐλάττοσι, καὶ σχεδὸν ἡλίκαις ἐπὶ τῆς ἀναλόγου κατὰ μῆκος
παραχωρήσεως τὰ ἑπόμενα τμήματα τοῦ διὰ μέσων βσρειότερα ἢ νοτιώτερα γίνεται τοῦ ἰσημερινοῦ.
τοῦ ἰσημερινοῦ κατὰ πλάτος ἀποστάσεις ὡς ἐπὶ τοῦ διἀ τῶν πόλωον αὐτοῦ γραφομένου μεγίστου κύκλου κατά τε τοὺς περὶ τὸν μόχαριν καὶ κατὰ τὸν Ἵππαρχον καὶ ἔτι τὰς ὑφʼ ἡμῶν τὸν αὐτὸν τρόπον κατειλημμένας.
βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ιδ U+2220΄, Ἰππαρχος δὲ μοίραις ῖε ϛʹ, ἡμεῖς δὲ εὑρίσκομεν ιϚ δʹ τὸν δὲ 52 53 54 55 56 57 58 λαμπρὸν τῶν Ὑάδων Τμόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις η U+2220ʹ δʹ, ππαρχος δὲ θ U+2220ʹ δʹ, ἡμεῖς δὲ εὑρίσκομεν μοίραις ια· τὸν δʼ ἐν τῷ Ἡνιόχῳ λαμπρότατον, καλούμενον δὲ Αἷγα, Ἀρίστυλλος
μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις μ, ππαρχος δὲ μοίραις μ καὶ δυσὶ πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν ἐίᾶ ς· τὸν δʼ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ ρίωνος μόχαρις μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίρᾳ α καὶ πέμπτῳ, ππαρχος δὲ
μοίρᾳ ἄ καὶ τέσσαρσι πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν β U+2220΄· τὸν δʼ ἐν τῷ ἑπομένῳ ὥμῳ τοῦ Σρίωνος μόχαρίς μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις γ U+2220ʹ γʹ, Ἵππαρχος δὲ δ γʹ, ἡμεῖς δὲ εὑρίσκομεν ὲ δʹ τὸν δʼ ἐν τῷ στόματι τοῦ Κυνὸς λαμιπρὸν
ΤΠμόχαρις μὲν ἀναγράφει νοτιώτερον τοῦ ἰσημερινοῦ μοίραις ις γʹ, Ἵππαρχος δὲ ιϛ, ἡμεῖς δὲ εὑρίσκομεν ιε U+2220 ʹδʼ τῶν δʼ ἐν ταῖς κεφαλαῖς τῶν Διδύμων λαμπρῶν τὸν ἡγούμενον Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις λγ, Ἵππαρχος
δὲ μοίραις λγ ϛʹ, ἡμεῖς δὲ εὑρίσκομεν λγ καὶ δυσὶ πέμπτοις· τὸν δὲ ἑπόμενον αὐτῶν Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις 59 60 61 62 λ, ππαρχος δὲ ταῖς αὐταῖς, ἡμεῖς δὲ εὑρίσκομεν λ καὶ ϛ΄.
πρὸς τὸν ἰσημερινὸν σχέσεις βορειότεραι πᾶσαι τῶν ῶροχρονουσῶν γεγόνασιν αἰ μὲν τῶν πρὸς αὐτοῖς τοῖς τροπικοῖς τμήμασιν βραχεῖ παντελῶς, αἱ δὲ τῶν πρὸς τοῖς ἰσημερινοῖς ἱκανῶς ἀξιολόγῳ, ὅπερ καὶ ἀκόλουθόν ἐστι τῇ περὶ τοὺς τοῦ λοἔοῦ πόλους εἰς τὰ ἑπόμενα μεταβάσει
διὰ τὸ καὶ τὰ ἑπόμενα τοῦ ἡμικυκλίου τούτου τμήματα βορειότερα τῶν προηγουμένων αἰεὶ γίνεσθαι καὶ τὰ μὲν πρὸς τοῖς ἰσημερινοῖς σημείοις πάλιν ἐν μείζοσι διαφοραῖς, τὰ δὲ πρὸς τοῖς τροπικοῖς ἐν βραχυτέραις.
τοῦ ἰσημερινοῦ μοίρφ α καὶ δυσὶ πέμπτοις, 63 64 65 66 Ἵππαρχος δὲ τρισὶ μόνοις πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν νοτιώτερον αὐτὸν ὄντα τοῦ ἰσημερινοῦ ἡμίσει μιᾶς μοίρας· τῶν δὲ ἐν τῇ οὐρᾷ τῆς μεγάλης Ἄρκτου τριῶν τὸν ἐπʼ ἄκρας αὐτῆς Ἀρίστυλλος
μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ξα U+2220΄, ππαρχος δὲ ξ U+2220 δ΄, ἡμεῖς δὲ εὑρίσκομεν νθ ??, τὸν δὲ δεύτερον ἀπὸ τοῦ ἄκρου καὶ ἐν μέσῃ τῇ οὐρᾷ ὁ μὲν Ἀρίστυλλος ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ξζ δʹ, ὁ δὲ Ἵππαρχος
ξς U+2220΄, ἡμεῖς δὲ εὑρίσκομεν ξε, τὸν δὲ τρίτον ἀπὸ τοῦ ἄκρου καὶ ὡς ἐπὶ τῆς ἐκφύσεως τῆς οὐρᾶς Ἀρίστυλλος μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις ξῆ U+2220΄, ππαρχος δὲ μοίραις ξζ καὶ γ εʹ, ἡμεῖς δὲ εὑρίσκομεν ξς δʹ τὸν δὲ Ἀρκτοῦρον μόχαρις
μὲν ἀναγράφει βορειότερον τοῦ ἰσημερινοῦ μοίραις λα U+2220΄, ππαρχος δὲ λα, ἡμεῖς δὲ εὑρίσκομεν κθ U+2220ʹ γ· τῶν δὲ ἐν ταῖς χηλαῖς τοῦ Σκορπίου λαμπρῶν τὸν ἐν ἄκρᾳ τῇ νοτίῳ Τιμόχαρις μὲν ἀναγράφει νοτιώτερον τοῦ ἰσημερινοῦ μοίραις ε, Ἵππαρχος δὲ ε καὶ
τρισὶ πέμπτοις, ἡμεῖς δὲ εὑρίσκομεν ζ ςʹ, τὸν δὲ ἐν ἄκρᾳ τῇ βορείῳ χηλῇ μόχαρις μὲν ἀναγράφει βορειότερον 67 68 69 70 τοῦ ἰσημερινοῦ μοίρᾳ ᾱ καὶ πέμπτῳ, Ἵππαρχος δὲ δυσὶ μόνοις πέμπτοις μιᾶς μοίρας, ἡμεῖς δὲ εὐρισκομεν αὐτὸν νοτιώτερον τοῦ ἰσημερινοῦ μοίρᾳ ᾱ· τὸν δʼ ἐν τῷ στήθει τοῦ Σκορπίου λαμπρόν, καλούμενον δὲ Ἀντάρην, Τμόχαρις μὲν ἀναγράφει νοτιώτερον
τοῦ ἰσημερινοῦ μοίραις ιη γʹ, ππαρχος δὲ ιθ, ἡμεῖς δὲ εὑρίσκομεν κ δʼ.
ρροχρονουσῶν. συναχθείη δʼ ἂν καὶ διὰ τούτων, ὅτι καὶ ἡ κατὰ μῆκος τῆς τῶν ἀπλανῶν σφαίρας εἰς τὰ ἑπόμενα παραχώρησις μιᾶς μὲν γίνεται μοίρας, ὡς προείπτομεν p. 15, 15, ἐν τοῖς ρ ἔτεσιν ἔγγιστα, δύο δὲ καὶ ?? μοιρῶν ἐν τοῖς μεταξὑ σξε ἔτεσι τῆς
τε ππάρχου καὶ τῆς ἡμῶν τηρήσεως, καὶ μάλιστα διὰ τῆς τῶν πρὸς τοῖς ἰσημερινοῖς σημείοις εὑρημένης πλατικῆς διαφορᾶς.
ἰ καὶ ϛʹ, κατὰ δὲ ἡμᾶς ιῆ καὶ δʹ, μιᾷ μοίρφ καὶ ιβʹ γέγονε βορειότερον ἐν τῷ μεταξὑ ἡμῶν χρόνφ, ὅσῳ σχεδὸν ἐν τῷ πρὸς τὸν ἰσημερινὸν πλάτει διαφέρουσιν 71 72 αἱ δύο ?? μοῖραι τοῦ διὰ μέσων αί περὶ τὰ τελευταῖα τοῦ Κριοῦ τῆς ἐν τῷ αὐτῷ χρόνῳ κατὰ μῆκος εἰς τὰ ἑπόμενα παραχωρήσεως· ὁ δὲ καλούμενος Αἴξ κατὰ μὲν τὸν ππαρχον βορειότερος εὑρημένος
τοῦ ἰσημερινοῦ μοίραις μ καὶ δύο πέμπτοις, κατὰ δὲ ἡμᾶς μα ϛʹ, βορειότερος γέγονε μιᾶς μοίρας τέσσαρσι πέμπτοις, ὅσῳ πάλιν πρὸς τὸν ἰσημερινὸν κατὰ πλάτος διαφέρουσιν αἰ περὶ τὰ μέσα τοῦ Ταύρου β ?? μοῖραι τοῦ διὰ μέσων· ὁ δʼ ἐπὶ τοῦ ἡγουμένου ῶμου τοῦ
Σρίωνος κατὰ μὲν τὸν Ἵππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μοίρᾳ ἀ καὶ δ πέμπτοις, καθʼ ἡμᾶς δὲ δυσὶ μοίραις καὶ U+2220΄, βορειότερος γέγονε δυσὶ μέρεσι μιᾶς μοίρας ἔγγιστα, ὅσῳ σχεδὸν κατὰ τὸ πρὸς τὸν ἰσημερινὸν πλάτος διαφέρουσιν αἱ μετὰ τὰ δύο
μέρη τοῦ Ταύρου β ?? μοῖραι τοῦ διὰ μέσων.
γέγονε μιᾷ μοίρᾳ καὶ ιʹ, ὅσῳ πάλιν κατὰ τὸ πρὸς τὸν ἴσημερινὸν πλάτος διαφέρουσιν αἱ περὶ τὰ τελευταῖα τῆς Παρθένου β ?? μοῖραι τοῦ διὰ μέσων· 73 74 75 ὁ δʼ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς μεγάλης Ἄρκτου κατὰ μὲν τὸν Ἵππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μοίραις ξ καὶ U+2220ʹκαὶ δʹ, καθʼ ἡμᾶς δὲ μοίραις νθ καὶ ??, νοτιώτερος γέγονε μιᾷ μοίρᾳ καὶ ιβʹ, ὅσῳ κατὰ τὸ πρὸς τὸν ἰσημερινὸν πλάτος διαφέρουσιν αἱ περὶ
τὰ πρῶτα μέρη τοῦ τῶν Χηλῶν δωδεκατημορίου β ?? μοῖραι τοῦ διὰ μέσων· ὁ δὲ Ἀρκτοῦρος κατὰ μὲν τὸν ππαρχον εὑρημένος βορειότερος τοῦ ἰσημερινοῦ μοίραις λα, καθʼ ἡμᾶς δὲ μοίραις κθ καὶ U+2220ʹγ, νοτιώτερος γέγονε μιὰ μοίρᾳ καὶ ςʹ, ὅσῳ διαφέρουσιν ἔγγιστα
κατὰ τὸ πρὸς τὸν ἰσημερινὸν πλάτος ὡσαύτως αἱ περὶ τὰ πρῶτα μέρη τῶν Χηλῶν β ?? μοῖραι τοῦ διὰ μέσων.
ταῦτα, διότι τῷ μζʹ ἔτει τῆς πρώτης κατὰ Κάλιππον ἐξκαιεβδομηκονταετηρίδος τῇ ηʹ τοῦ Ἀνθεστηριῶνος, κατʼ Αἰγυπτίους τῇ κθʹ τοῦ Ἀθύρ, ὥρας γʹ ληγούσης τὸ νότιον μέρος ἥμισυ τῆς σελήνης ἐπιβεβηκὸς ἐφαίνετο ἐπὶ τὸ ἑπόμενον
76 77 78 ἤτοι γʹ ἢ .ʹμέρος τῆς Πλειάδος ἀκριβῶς. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υξεʹ ἔτος ἀπὸ Ναβονασσάρου κατʼ Αἰγυπτίους Ἀθύρ κθʹ εἰς τὴν λʹ πρὸ τριῶν ὡρῶν τοῦ μεσονυκτίου καιρικῶν, ἰσημερινῶν
δὲ γ καὶ γʹ διὰ τὸ τὸν ῆλιον περὶ τὰς ζ μοίρας εἶναι τοῦ δροχόου, καὶ πρὸς τὰ ὁμαλὰ νυχθήμερα σχεδὸν πρὸ τοσούτων πάλιν ὡρῶν τοῦ μεσονυκτίου συνάγεται ὁ χρόνος. κατὰ ταύτην δὲ τὴν ῶραν ἀκριβῶς μὲν ἐπεῖχεν ἡ σελήνη κατὰ τὰς προαποδεδειγμένας ἡμῖν
ὑποθέσεις Ταύρου μοίρας ο κ, τουτέστιν ἀπεῖχεν τῆς ἐαρινῆς ἰσημερίας μοίρας λ κ, καὶ βορειοτέρα τοῦ διὰ μέσων ἦν μοίραις γ με, ἐφαίνετο δʼ ἐν Ἀλεξανδρείᾳ κατὰ μῆκος μὲν ἐπέχουσα Κριοῦ μοίρας κθ κ, βορειοτέρα δὲ τοῦ διὰ μέσων μοίραις γ λε, ἐπειδήπερ ἐμεσουράνει
τὰ β μέρη τῶν Διδύμων· τὸ ἄρα ἑπόμενον πέρας τῆς Πλειάδος ἀπεῖχε τότε τῆς ἐαρινῆς ἰσημερίας εἰς τὰ ἑπόμενα μοίρας κθ U+2220ʹἔγγιστα, ἐπειδὴ ἔτι αὐτοῦ προηγεῖτο τὸ κέντρον τῆς σελήνης, καὶ βορειότερον δὲ ἦν τοῦ διὰ μέσων μοίραις γ ?? ἔγγιστα· μικρῷ
γὰρ πάλιν βορειότερον ἦν τοῦ κέντρου τῆς σελήνης.
Ναβονασάρου κατʼ Αἰγυπτίους Τυβὶ β΄ εἰς τὴν γ΄ πρὸ τεσσάρων μὲν ὡρῶν καιρικῶν τοῦ μεσονυκτίου, πρὸ ε δὲ ἰσημερινῶν διὰ τὸ τὸν ἥλιον περὶ τὰς ϛ μοίρας εἶναι τοῦ Τοξότου· πρὸς τὸν διʼ Ἀλεξανδρείας ἄρα μεσημβρινὸν γέγονεν ἡ τήρησις πρὸ ε καὶ γ΄
ὡρῶν ἰσημερινῶν τοῦ μεσονυκτίου, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα πρὸ ε U+2220΄ δ΄, καθʼ ὃν χρόνον τὸ κέντρον τῆς σελήνης ἀκριβῶς μὲν ἐπεῖχε Ταόρου μοίρας γ ζ καὶ βορειότερον ἦν τοῦ διὰ μέσων μοίραις δ U+2220΄γ΄, ἐφαίνετο δὲ ἐν Βιθυνίᾳ κατὰ μῆκος μὲν ἐπέχον Ταύρου
μοίρας γ ιε, βορειότερον δὲ τοῦ διὰ μέσων μοίραις δ διὰ τὸ μεσουρανεῖν τὰ β μέρη τῶν Ἰχθύων· τὸ ἄρα ἑπόμενον μέρος τῆς Πλειάδος τότε κατὰ μῆκος μὲν ἀπεῖχε τῆς ἐαρινῆς ἰσημερίας εἰς τὰ ἑπόμενα μοίρας λγ δ΄, βορειότερον δʼ ἦν τοῦ διὰ μέσων μοίραις
γ ??. ὥστε φανερόν, ὅτι τὸ ἑπόμενον μέρος τῆς 84 85 86 87 88 Πλειάδος κατὰ μὲν τὸ πλάτος βορειότερον ἦν τοῦ διὰ μέσων καὶ τότε καὶ νῦν ταῖς αὐταῖς μοίραις γ καὶ ?? κατὰ τὸν διὰ τῶν πόλων αὐτοῦ γραφόμενον μέγιστον κύκλον, κατὰ δὲ τὸ μῆκος εἰς τὰ ἑπόμενα κεκίνηται
τῆς ἐαρινῆς ἰσημερίας μοίρας γ με διὰ τὸ κατὰ μὲν τὴν προτέραν τήρησιν ἀπέχειν αὐτῆς μοίρας κθ U+2220΄, κατὰ δὲ τὴν δευτέραν μοίρας λγ δʹ, τοῦ μεταξὺ τῶν δύο τηρήσεων χρόνου περιέχοντος ἔτη τὸὲ. καὶ ἐν τοῖς ρ ἄρα ἔτεσιν μίαν μοῖραν εἰς τὰ ἑπόμενα κεκίνηται
τὸ ἑπόμενον τῆς Πλειάδος.
ἰσημερινὴν ἀνατολὴν ἀψῖδι τὸν Στάχυν κατέλαβεν, καὶ διῆλθεν ὁ Στάχυς ἀφαιρῶν αὐτῆς τῆς διαμέτρου πρὸς ἄρκτους τὸ τρίτον μέρος ἀκριβῶς. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υνδʹ ἔτος ἀπὸ ἔαβονασσάρου κατʼ Αἰγυπτίους Τυβὶ εʹ εἰς τὴν ςʹ πρὸ δ ὡρῶν καιρικῶν
τε καὶ ἰσημερινῶν ἔγγιστα τοῦ μεσονυκτίου διὰ τὸ τὸν ῆλιον περὶ τὰς ιε μοίρας εἶναι τῶν Ἰχθύων· πρὸ τοσούτων δὲ σχεδὸν ὡρῶν συνάγει καὶ ἡ πρὸς τὰ 89 90 91 92 93 ὁμαλὰ νυχθήμερα διάκρισις. κατʼ ἐκείνην δὲ τὴν ὥραν ἀκριβῶς μὲν πάλιν ἐπεῖχε τὸ κέντρον τῆς σελήνης κατὰ μῆκος Παρθένου μοίρας κά κα, τουτέστιν ἀπεῖχεν τῆς θερινῆς τροπῆς εἰς τὰ ἑπόμενα μοίρας κα κα, καὶ νοτιώτερον ἦν τοῦ διὰ μέσων μοίρᾳ α καὶ U+2220ʹκαὶ γʹ,
ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἀπέχον τοῦ θερινοῦ τροπικοῦ μοίρας πβ ιβ, νοτιώτερον δὲ τοῦ διὰ μέσων μοίραις β ἔγγιστα· ἐμεσουράνει γὰρ τὰ μέσα τοῦ Καρκίνου. καὶ ὁ Στάχυς ἄρα διὰ τὰ προειρημένα κατὰ μῆκος μὲν ἀπεῖχεν τότε τῆς θερινῆς τροπῆς μοί
πβ γʹ, νοτιώτερος δʼ ἦν τοῦ διὰ μέσων δυσὶ μάλιστα μοίραις.
ἐκ τοῦ ὁρίζοντος ἀνατεταλκυίας τῆς σελήνης ὁ τάχυς ἐφαίνετο ἁπτόμενος αὐτοῦ τοῦ βορείου ἀκριβῶς. καί ἐστιν ὁ χρόνος κατὰ τὸ υξςʹ ἔτος ἀπὸ ἔαβονασσάρου κατʼ Αἰγυπτίους Θὼθ ζʹ εἰς τὴν η΄, ὡς μὲν αὐτός φησιν, μετὰ γ U+2220ʹὥρας καιρικὰς τοῦ
μεσονυκτίου, ἰσημερινὰς δὲ γ ηʹ ἔγγιστα διὰ τὸ τὸν ῆλιον περὶ τὰ μέσα εἶναι τοῦ Σκορπίου, ὡς δʼ ἀκόλουθόν 94 95 ἐστιν, μετὰ β U+2220· μετὰ τοσαύτας γὰρ ὥρας ἰσημερινὰς τοῦ μεσονυκτίου μεσουρανοῦσι μὲν αἱ τῶν Διδύμων κβ U+2220ʹμοῖραι, ἀνατέλλουσι δὲ αἱ ἴσαι σχεδὸν τῆς Παρθένου, ὅσας ἐπέχουσα καὶ ἡ σελήνη τότε, ὥς
φησιν, ἀνέτελλε· καὶ πρὸς τὰ ὁμαλὰ δὲ νυχθήμερα δύο μόνας ὥρας ἴσημερινὰς ἐπιλαμβανομένας εὑρίσκομεν τῷ μεσονυκτίῳ· καθʼ ὄν χρόνον ἀκριβῶς μὲν πάλιν ἀπεῖχε τὸ κέντρον τῆς σελήνης τῆς θερινῆς τροπῆς μοίρας πα λ καὶ νοτιώτερον ἥν τοῦ διὰ μέσων
μοίραις β ςʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἀπέχον μοίρας πῆ U+2220΄, νοτιώτερον δὲ μοίρας β δ΄. καὶ ὁ Στάχυς ἄρα καὶ διὰ ταύτης τῆς τηρήσεως νοτιώτερος μὲν πάλιν ἦν τοῦ διὰ μέσων ταῖς αὐταῖς δυσὶ μοίραις ἔγγιστα, ἀπεῖχεν δὲ τῆς θερινῆς τροπῆς τὰς πβ U+2220ʹ
μοίρας· ἐν τοῖς ιβ ἔτεσιν ἄρα τοῖς μεταξὺ τῶν δύο τηρήσεων ςʹ ἔγγιστα κεκίνηται μιᾶς μοίρας εἰς τὰ ἑπόμενα τῆς θερινῆς τροπῆς.
πεπληρωμένης τὸν τάχυν ὑπὸ τῆς σελήνης ἠφανισμένον· μὴ ὁρᾶσθαι γάρ· ἀλλʼ ὥρας ἑνδεκάτης ληγούσης τεθεωρῆσθαι προηγούμενον τοῦ κέντρου τῆς 96 97 98 99 100 σελήνης ἔλαττον τῆς διαμέτρου αὐτῆς ἴσον ἀπέχοντα τῶν κεραιῶν. καί ἐστιν ὁ χρόνος κατὰ τὸ ωμε΄ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους Μεχὶρ ιεʹ εἰς τὴν ιςʹ μετὰ δ ὥρας καιρικὰς τοῦ μεσονυκτίου, ὅτε τὸ κέντρον αὐτῆς ἔγγιστα κατειλήφει τὸν Στάχυν, ἰσημερινὰς
δὲ ἐ διὰ τὸ τὸν ῆλιον εἶναι περὶ τὰς κ μοίρας τοῦ Αἰγόκερω, καὶ πρὸς μὲν τὸν διʼ Ἀλεξανδρείας μεσημβρινὸν μετὰ ϛ γ΄, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα μετὰ ὅ δʹ ἢ μικρῷ πλεῖον, καθʼ ἣν ὥραν ἀκριβῶς μὲν ἀπεῖχεν τὸ κέντρον τῆς σελήνης τῆς θερινῆς
τροπῆς μοίρας ἔ U+2220ʹ δʹ καὶ νοτιώτερον ἦν τοῦ διὰ μέσων μοίρᾳ ἀ καὶ γʹ ἔγγιστα, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἀπέχον μοίρας πϚ δʹ, νοτιώτερον δὲ β μοίραις, διὰ τὸ μεσουρανεῖν τὸ δʹ μάλιστα μέρος τῶν Χηλῶν. ταύτην ἄρα καὶ ὁ Στάχυς εἶχε τότε
τὴν θέσιν. καὶ δῆλον, ὅτι τῷ ἴσῳ μὲν πάλιν κατὰ μόχαριν καὶ καθʼ ἡμᾶς νοτιώτερος ἦν τοῦ διὰ μέσων, τουτέστιν ταῖς β μοίραις, κατὰ μῆκος δὲ εἰς τὰ ἑπόμενα παρακεχώρηκεν ἀπὸ μὲν τῆς κατὰ τὸ λςʹ ἔτος τηρήσεως μοίρας γ ὑὲ τῶν μεταξὑ ἐτῶν ὄντων
τçα, ἀπὸ δὲ τῆς κατὰ τὸ μηʹ ἔτος μοίρας γ με τῶν 101 102 103 104 μεταξὑ ἐτῶν ὄντων τοε, ὡς καὶ ἐκ τούτων τὴν τῶν ρ ἐτῶν εἰς τὰ ἑπόμενα τοῦ Στάχυος παραχώρησιν μιᾶς ἔγγιστα συνάγεσθαι μοίρας.
ὅτι τῷ λςʹ ἔτει τῆς πρώτης κατὰ Κάλιππον περιόδου τοῦ μὲν Ποσειδεῶνος τῇ κε΄, τοῦ δὲ ψαωφὶ τῇ ιϛ΄, ὥρας ιʹ ἀρχούσης ἀκριβῶς σφόδρα ἐφαίνετο κατειληφυῖα ἡ σελήνη τῇ βορείῳ ἀψῖδι τὸν πρὸς ἄρκτον τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου. καί ἐστιν ὁ χρόνος
κατὰ τὸ υνδʹ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους ἴαωφὶ ιςʹ εἰς τὴν ιζʹ μετὰ γ ὥρας καιρικὰς τοῦ μεσονυκτίου καὶ ἰσημερινὰς μὲν γ καὶ β πέμπτα διὰ τὸ τὸν ἥλιον εἶναι περὶ τὰς κς μοίρας τοῦ Τοξότου, πρὸς δὲ τὰ ὁμαλὰ νυχθήμερα γ καὶ ςʹ, καθʼ
ἣν ὥραν ἀκριβῶς μὲν ἀπεῖχεν τῆς μετοπωρινῆς ἰσημερίας τὸ κέντρον τῆς σελήνης μοίρας λα δʹ καὶ βορειότερον ἦν τοῦ διὰ μέσων μοίρᾳ ἀ γʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἐπέχον λβ, βορειότερον δὲ τοῦ διὰ μέσων μοίρᾳ ἀ ιβ, διὰ τὸ μεσουρανεῖν τὰ μέσα τοῦ
Λέοντος· καὶ ὁ βορειότατος ἄρα τῶν ἐν τῷ μετώπῳ τοῦ κορπίου κατὰ μῆκος μὲν ἀπεῖχε τότε τῆς μετοπωρινῆς 105 106 107 ἰσημερίας τὰς ἴσας μοίρας λβ, βορειότερος δʼ ἦν τοῦ διὰ μέσων μοίρᾳ α καὶ γʹ ἔγγιστα.
τῶν ἐν τῷ μετώπῳ τοῦ κορπίου ἡ νότιος κεραία τῆς σελήνης, τὸ δὲ κέντρον αὐτῆς ὑπελείπετο τῆς εὐθείας καὶ τοσοῦτον ἀπεῖχεν ἀπὸ τοῦ μέσου, ὅσον ὁ μέσος ἀπὸ τοῦ νοτίου, ἐδόκει δὲ κατειληφέναι τὸν βόρειον τῶν ἐν τῷ μετώπῳ· οὐδαμοῦ γὰρ ἐφαίνετο.
καί ἐστιν ὁ χρόνος πάλιν κατὰ τὸ ωμεʹ ἔτος ἀπὸ Ναβονασάρου κατʼ Αἰγυπτίους Μεχὶρ ιηʹ εἰς τὴν ιθʹ μετὰ ε ὥρας καιρικὰς τοῦ μεσονυκτίου καὶ ἰσημερινὰς μὲν ς ςʹ διὰ τὸ τὸν ἥλιον περὶ τὰς κγ μοίρας εἶναι τοῦ Αἰγόκερω, πρὸς δὲ τὸν διʼ Ἀλεξανδρείας
μεσημβρινὸν ζ U+2220΄, τὰς αὐτὰς δὲ σχεδὸν καὶ πρὸς τὰ ὁμαλὰ νυχθήμερα, καθʼ ἣν ὥραν ἀκριβῶς μὲν ἀπεῖχε τῆς μετοπωρινῆς ἰσημερίας τὸ κέντρον τῆς σελήνης μοίρας λε γʹ καὶ βορειότερον ἦν τοῦ διὰ μέσων μοίραις β καὶ ϛʹ, ἐφαίνετο δὲ κατὰ μῆκος μὲν ἐπέχον μοίρας
λε νε, βορειότερον δὲ μοίρᾳᾶ καὶ γʹ, ἐπειδήπερ ἐμεσουράνει τὰ τελευταῖα τῶν) Χηλῶν· καὶ ὁ βορειότατος ἄρα τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου τότε τὴν αὐτὴν ἔγγιστα θέσιν ἐπεῖχεν. ὥστε φανερόν, ὅτι καὶ ἐπὶ 108 109 110 τούτου τοῦ ἀστέρος ἡ μὲν κατὰ πλάτος πρὸς τὸν διὰ μέσων ἀπόστασις ἡ αὐτὴ τετήρηται πάλαι καὶ νῦν, ἡ δὲ κατὰ μῆκος παρακεχώρηκεν εἰς τὰ ἑπόμενα τῆς μετοπωρινῆς ἰσημερίας μοίρας γ νε τοῦ μεταξὑ τῶν
τηρήσεων χρόνου συνάγοντος ἔτη τçα, οἷς πάλιν ἀκόλουθόν ἐστιν τὸ καὶ ἐν τοῖς ρ ἔτεσι μιᾶς μοίρας συνάγεσθαι τὴν εἰς τὰ ἑπόμενα τοῦ ἀστέρος παραχώρησιν.
ἀπλανῶν σφαῖραν τὴν τοσαύτην ποιεῖσθαι παραχώρησιν εἰς τὰ ἑπόμενα τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, καθʼ ὅσον γε ὁ τοσοῦτος χρόνος ὑποβάλλειν δύναται, καὶ ἔτι τὸ τὴν τοιαύτην αὐτῶν μετακίνησιν περὶ τοὺς τοῦ διὰ μέσων τῶν ζῳδίων λοξοῦ πόλους καὶ οὐ περὶ
τοὺς τοῦ ἰσημερινοῦ, τουτέστιν τοὺς τῆς πρώτης φορᾶς, ἀποτελεῖσθαι προσήκειν ἡγησάμεθα καὶ τὰς ἑνὸς ἑκάστου τούτων τε καὶ τῶν ἄλλων ἀπλανῶν τηρήσεις 111 112 τε καὶ ἀναγραφὰς ποιήσασθαι τῶν κατὰ τὸν νῦν χρόνον τετηρημένων ἐποχῶν μήκους τε καὶ πλάτους μὴ τῶν πρὸς τὸν ἰσημερινὸν θεωρουμένων, ἀλλὰ τῶν πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων ἀφοριζομένων ὑπὸ τῶν διἀ τῶν πόλων αὐτοῦ καὶ ἑνὸς ἑκάστου τῶν ἀστέρων γραφομένων
μεγίστων κύκλων, διʼ ὧν ἀκολούθως τῇ προκειμένῃ τῆς κινήσεως ὑποθέσει τάς τε κατὰ πλάτος αὐτῶν πρὸς τὸν διὰ μέσων παρόδους ἀνάγκη συντηρεῖσθαι πάντοτε τὰς αὐτὰς καὶ τὰς κατὰ μῆκος εἰς τὰ ἑπόμενα παραχωρήσεις ἐν τοῖς ἴσοις χρόνοις ἴσας
περιφερείας ἐπιλαμιβάνειν. ὅθεν τῷ αὐτῷ πάλιν ὀργάνῳ συγχρησάμενοι διὰ τὸ τοὺς ἀστρολάβους ἐν αὐτῷ κύκλους περὶ τοὺς τοῦ λοξοῦ πόλους ἐσχηκέναι τὴν περιφορὰν ἐτηρήσαμεν, ὅσους δυνατὸν ἦν μέχρι τῶν τοῦ ϛʹ μεγέθους διοπτεύειν, τὸν μὲν ἕτερον ἀεὶ τῶν
προειρημένων ἀστρολάβων κύκλων καθιστάντες πρὸς ἕνα τῶν διὰ τῆς σελήνης προκατειλημμένων λαμπρῶν κατὰ τὸ οἰκεῖον τοῦ διὰ μέσων τμῆμα, τὸν δʼ ἕτερον καὶ διῃρημένον ὅλον, δυνάμενον δὲ καὶ κατὰ πλάτος ὡς ἐπὶ τοὺς τοῦ λοξοῦ πόλους παραφέρεσθαι, καὶ αὐτὸν
καθιστάντες πρὸς τὸν ἐπιζητούμενον τῶν ἀστέρων, ἕως ἄν κατὰ τὸ αὐτὸ τῷ ὑποκειμένῳ καὶ αὐτὸς διἀ 113 114 115 116 τῆς ὀπῆς τοῦ ἰδίου κύκλου διοπτεύηται· τούτου γὰρ γινομένου προχείρως ἐδείκνυντο ἡμῖν ἀμφότεραι ἅμα τοῦ ἐπιζητουμένου τῶν ἀστέρων αἱ πάροδοι διὰ τοῦ κατʼ αὐτὸν ἀστρολάβου κύκλου τῆς μὲν κατὰ μῆκος
ἐποχῆς ἀφοριζομένης ὑπὸ τῆς κοινῆς τομῆς αὐτοῦ τε καὶ τοῦ διὰ μέσων, τῆς δὲ κατὰ πλάτος ὑπὸ τῆς ἀπολαμβανομένης αὐτοῦ περιφερείας μεταξὑ τῆς τε προειρημένης τομῆς καὶ τῆς ὑπὲρ γῆν ὀπῆς.
τὸν τῆς στερεᾶς σφαίρας ἀστερισμόν, ὑπετάξαμεν αὐτὸν κανονικῶς ἐπὶ μέρη δ παραθέντες ἐφʼ ἑνὸς ἑκάστου κατὰ ζῴδιον τῶν ἀστέρων ἐν μὲν τοῖς πρώτοις μέρεσι τὰς μορφώσεις, ἐν δὲ τοῖς δευτέροις τὰς κατὰ μῆκος τῶν δωδεκατημορίων ἐποχὰς τὰς εἰς τὴν ἀρχὴν
τῆς Ἀντωνίνου βασιλείας ἐκ τῶν τηρήσεων συναγομένας ὡς τῆς ἀρχῆς τῶν τεταρτημορίων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων πάλιν συνισταμένης, ἐν δὲ τοῖς τρίτοις τὰς κατὰ πλάτος τοῦ διὰ μέσων ἀποστάσεις ἐφʼ ἑκάτερα οἰκείως βόρειά τε καὶ νότια,
ἐν δὲ τοῖς δʹ τὰς τῶν μεγεθῶν τάξεις, τῶν μὲν κατὰ πλάτος διαστάσεων μενουσῶν ἀεὶ τῶν αὐτῶν, τῶν δὲ κατὰ μῆκος ἐποχῶν καὶ τὴν ἐν τοῖς ἄλλοις χρόνοις πάροδον ἐκ προχείρου παριστάνειν δυναμένων, εἰ τὰς ἐπιβαλλούσας μοίρας τῷ μεταξὑ χρόνῳ τοῦ τε τῆς
ἐποχῆς καὶ τοῦ ἐπιζητουμένου ὡς τοῖς ρ ἔτεσι μιᾶς μοίρας ἐπιλαμβανομένης ἀφαιροῖμεν μὲν ἀπὸ τῶν τῆς 117 118 ἐποχῆς ἐπὶ τοῦ παλαιοτέρου χρόνου, προσάγοιμεν δὲ τκῖς τοῦ μεταγενεστέρου.
ζῳδιακοῦ πόλων ἀφορισμοῖς· λέγομεν γὰρ προηγουμένους μέν τινων ἢ ἑπομένους τισὶν τοὺς κατὰ τῶν προηγουμένων ἢ ἑπομένων τοῦ ζῳδιακοῦ τμημάτων τὴν προειρημένην θέσιν ἔχοντας, νοτιωτέρους δὲ ἢ βορειοτέρους τοὺς ἐγγυτέρους τῷ κατὰ τὴν ὀνομασίαν
οἰκείῳ τῶν πόλων τοῦ ζῳδιακοῦ. καὶ ταῖς διαμορφώσεσι δʼ αὐταῖς ταῖς καθʼ ἕκαστον τῶν ἀστέρων οὐ πάντως συγκεχρήμεθα ταῖς αὐταῖς, αἷς καὶ οἱ πρὸ ἡμῶν, καθάπερ οὐδʼ ἐκεῖνοι ταῖς ἔτι πρὸ αὐτῶν, ἀλλʼ ἑτέραις πολλαχῆ κατὰ τὸ οἰκειότερον καὶ
μᾶλλον ἀκόλουθον τῷ εὐρύθμῳ τῶν διατυπώσεων, οἷον ὅταν, οὓς ὁ Ἵππαρχος ἐπὶ τῶν ὤμων τῆς Παρθένου τίθησιν, ἡμεῖς ἐπὶ τῶν πλευρῶν αὐτῆς κατονομάζωμεν διὰ τὸ μεῖζον αὐτῶν φαίνεσθαι τὸ πρὸς τοὺς ἐν τῇ κεφαλῇ διάστημα τοῦ πρὸς τοὺς ἐν
τοῖς ἀκροχείροις, τὸ δὲ τοιοῦτον ταῖς μὲν πλευραῖς ἐφαρμόζειν, τῶν δὲ ὤμῶν παντάπασιν ἀλλότριον εἶναι. πρόχειρον μέντοι γένοιτʼ ἂν αὐτόθεν διʼ αὐτῆς τῆς κατὰ τὰς ἀναγραφομένας αὐτῶν ἐποχὰς συγκρίσεως ἐπιβάλλειν τοῖς διαφόρως σημαινομένοις τῶν
ἀστέρων. καί ἐστιν ἡ τῶν ἀναγραφῶν ἔκθεσις τοιαύτη·
245 246 247 248
308 309 310 311 312 313
Syntaxis mathematica. Claudius Ptolemaeus. ed. J. L. Heiberg. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.