ὃ δὲ ἀπεκρίνατο αὐτῷ· Πῶς γὰρ | ἠδυνάμην τοῦτο διαπράξασθαι; ὅπου τὸ δεινὸν τοῦτο ζῷον τὸν μὲν Φουρτουνᾶτον μονόπληγα ἔβαλεν ὁρῶντος ἐμοῦ, καὶ εἰκότως, αὐτοῦ μοι τὴν τοσαύτην μανίαν παραθαρρύνοντος ἤδη τῆς ἀκαίρου ἐκείνης καὶ δεινῆς πεπαυμένου μανίας· ἐμὲ δὲ τῷ φόβῳ ἔστησε, καὶ
τοιοῦτον ἐποίησεν οἷον περὶ τοῦ ἀναστῆναί με εἴδετε. ἕτερον δέ σοι θαυμασιώτερον ἐρῶ, τὸ μᾶλλόν με ἀνελὸν καὶ νεκρὸν παρὰ μικρὸν θέμενον· ὅτε μου ἡ ψυχὴ παρεῖχεν ἔννοια καὶ ἡ ἀκατάσχετος νόσος διώχλει, ἀποσυλήσαντός μου ἤδη ἅπερ ἦν ἠμφιεσμένη ἐντάφια, εἶτα δὲ ἀποβάντος μου τοῦ τάφου καὶ
θεμένου μου αὐτὰ ὡς ὁρᾷς, ἀπῆλθον πάλιν ἐπὶ τῷ ἀποτροπαίῳ ἔργῳ· καὶ ὁρῶ τινα νεανίσκον εὔμορφον περισκέποντα αὐτὴν τῷ ἑαυτοῦ ἱματίῳ· οὗ ἀπὸ τῆς ὄψεως λαμπηδόνες φωτὸς ἐξήρχοντο εἰς τὰς ὄψεις αὐτῆς· ὅστις καὶ εἰς ἐμὲ ἔδωκε φωνὴν λέγων· Καλλίμαχε ἀπόθανε ἵνα ζήσῃς. Τίς μὲν οὖν ἦν οὐκ 2 ᾔδειν δοῦλε τοῦ θεοῦ· ὅτι δὲ σοῦ ὀφθέντος ἐνθάδε γνωρίζω ἄγγελον αὐτὸν εἶναι θεοῦ εὖ οἶδα· τοῦτο δὲ ἀληθῶς ἐπίσταμαι ὅτι ἀληθὴς θεὸς ὑπὸ σοῦ καταγγέλλεται καὶ τοῦτο πέπεισμαι. ἀλλὰ κἀγὼ σὲ παρακαλῶ μὴ ἀμελήσῃς με ἀπὸ τοιαύτης συμφορᾶς καὶ τόλμης δεινῆς ἐλευθερῶσαι καὶ παραστῆσαι
τῷ θεῷ σου ἄνθρωπον ἀπατηθέντα αἰσχρᾷ καὶ μυσαρᾷ ἀπάτῃ. βοηθείας οὖν δεόμενος παρὰ σοῦ ἅπτομαί σου τῶν ποδῶν. ἄνθρωπος θέλω γενέσθαι τῶν ἐπὶ Χριστὸν ἐλπιζόντων, ὅπως καὶ ἡ φωνὴ ᾖ ἀληθὴς εἰρηκυῖά μοι ἐνθάδε· Ἀπόθανε ἵνα ζήσῃς· Ἥτις καὶ ἐτέλεσεν αὐτῆς τὴν ἐνέργεοαν· ἀπέθανε γὰρ ἐκεῖνος
ὁ ἄπιστος, ὁ ἄτακτος, ὁ ἄθεος· ἐγύγερμαι δὲ ὑπὸ σοῦ ὁ μέλλων πιστός, θεοσεβής, ὁ ἀληθείας γνωρίζων, ὃν παρακαλῶ ὑπὸ σοῦ γνωρισθῆναί μοι.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.