εἶπεν· Ὢ τί κρατεῖς κύριε Ἰησοῦ Χριστὲ οὐκ οἶδα, ἠπορημένος ἐπὶ τῇ πολλῇ σου εὐσπλαγχνίᾳ καὶ ἀπείρῳ μακροθυμίᾳ· ὢ μέγεθος οἷον εἰς δουλείαν κατῆλθεν· ὢ ἐλευθερία ἄφραστος δουλαγωγηθεῖσα παῤ ὑμῶν· ὢ ἀπερινόητε δόξα ἡμῶν· ὁ καὶ τὸν νεκρὸν οἶκον φυλάξας ἀνύβριστον, ὁ τοῦ καθαιμάξαντος
ἑαυτὸν ἀνθρώπου λυτραωτὴς καὶ τοῦ τὰ φθειρόμενα σώματα σωφρονίζων· ὁ πατὴρ ὁ ἐλεήσας καὶ σπλαγχνισθεὶς ἐπὶ τὸν ἀμελήσαντα ἄνθρωπον· δοξάζομέν σε καὶ αἰνοῦμεν καὶ εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν τὴν πολλήν σου χρηστότητα καὶ μακροθυμίαν ἅγιε Ἰησοῦ· ὅτι σὺ μόνος θεὸς καὶ οὐχὶ ἕτερος·
ὁ τὸ ἀνεπιβούλευτον κράτος καὶ νῦν καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων· ἀμήν.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.