τὸν κατάρατον ἐπίτροπόν μου τοῦτον ὠνήσατο χρήμασιν ἱκανοῖς, ἴσως ἐν νῷ λαβών, ὥς γε νῦν ἔστι μαθεῖν, τὴν τῆς ἐπιβουλῆς δραματουργίαν διʼ αὐτοῦ μέλλειν ἐκπληροῖν· καὶ γὰρ ὡμο λόγησε τοῦτο πολλοῖς ὁ Καλλίμαχος ὅτι Κἂν μὴ ζῶσα 1 βουληθῇ συνθέσθαι μοι, τεθνεῶσα ἐνυβρισθήσεται. Καὶ
τάχα διδάσκαλε ὁ καλὸς ἐγνώρισε τὸ λείψανον αὐτῆς μὴ ὑβρισθῆναι συγχωρήσας, καὶ διὰ τοῦτο οὗτοι τεθνήκασιν οἳ ταῦτα ἐτόλμησαν. καὶ μή τοι γε ἡ φωνὴ ἡ εἰρηκυῖα πρός σε Ἀνέγειρον τὴν Δρουσιανὴν τοῦτο προεδήλου; ἐπειδὴ λύπην ἔχουσα τοῦ βίου τούτου ἀπηλλάγη. πείθομαι δὲ τῷ εἰρηκότι
ὅτι τῶν πλανηθέντων οὗτος ὑπάρχει ἀνθρώπων· καὶ γὰρ αὐτὸν ἐκελεύθης ἀναστῆσαι· περὶ γὰρ τοῦ ἑτέρου οἶδα ὅτι ἀνάξιός ἐστιν ἡ ἐκείνου σωτηρία. ἀλλ᾿ ἕν σε τοῦτο παρακαλῶ· ἀνέγειρον πρῶτον τὸν Καλλίμαχον, καὶ οὗτος ἡμῖν ὁμολογήσει τὸ γεγονός.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.