ὁ Ἰνάννης κράξας ἔφη· Καὶ ὧδε φθάνεις ὑμᾶς ὁ καλός; τίνος χάριν ἄραι Καὶ ἀκούει φωνῆς λεγούσης αὐτῷ· Δρουσιανῆς ἕνεκεν, ἣν σὺ μέλλεις ἀναστήσειν—παρὰ βραχὺ γὰρ ἤμην εὑρὼν αὐτήν — καὶ τὸ πλησίον ἀπονεύσαντος τοῦ τάφου αὐτῆς. Καὶ εἰπὼν ταῦτα ὁ καλὸς πρὸς τὸν Ἰωάννην εἰς οὐρανοὺς ἀνῄει 1
βλεπόντων πάντων ὑμῶν. ὁ δὲ Ἰωάννης ἐπιστραφεὶς εἰς τὸ ἕτερον μέρος τοῦ μνήματος ὁρᾷ νεανίσκον πρῶτον τῶν Ἐφεσίων Καλλίμαχον —τοῦτο γὰρ ἐκαλεῖτο— καὶ ἐπικαθεύδοντα αὐτῷ ὄφιν παμμεγέθη, καὶ τὸν ἐπίτροπον Ἀνδρονίκου, Φουρτουνᾶτον λεγόμενον, τεθνεῶτα. καὶ ἀμφοτέρους ἰδὼν ἠπορημένος εἱστήκει
λέγων πρὸς τοὺς ἀδελφούς· Τί βούλεται τὸ τοιοῦτον θέαμα; ἢ διὰ τί μοι ὁ κύριος οὐκ ἐνεφάνισε τὰ ὧδε πραχθέντα, μηδέποτέ μου ἀμελήσαντος;
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.