φίλοι οὐκ ἔπεισαν αὐτόν, ἀλλ᾿ ἀναίδειαν χρησάμενος προσέπεμψεν αὐτήν· καὶ γνοὺς τὰς παῤ ἐκείνης ἀτιμίας καὶ ὕβρεις ἐν ἀθυμίᾳ διῆγεν αὐτοῦ τὸν βίον. μετὰ δὲ ἡμέρας δύο κατακλιθεῖσα ἡ Δρουσιανὴ ἀπὸ τῆς ἀθυμίας ἐπύρεττε λέγουσα· Εἴθε μηδέπω εἰς τὴν ἐμαυτῆς πατρίδα εἰσεληλύθειν ἡ σκάνδαλον
γενομένη ἀνδρὶ ἀμυήτῳ θεοσεβείας· εἰ γὰρ ἦν τις ὑπὸ λόγων πεπληγώς, οὐκ ἂν εἰς τοσοῦτον ἐληλύθειν μανίας. ἀλλ᾿ οὖν κύριε παραιτίας μου γενομένης πλύξεως ἰδιωτιζούσῃ ψυχῇ, ἀπόλυσόν με τοῦ δεσμοῦ τούτου, ἐπὶ δὲ σὲ μετάστησον τάχιον. Καὶ παρόντος Ἰωάννου, μηδενὸς ὅλως ἐγνωκότος τὸ
τοιοῦτον, ἀπαλλάσσεται τοῦ βίου ἡ Δρουσιανή, οὐ πάνυ ἡδομένη ἀλλὰ καὶ λυπουμένη διὰ τὴν ἐκείνου ψυχικὴν θραῦσιν.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.