διὰ θεοσέβειαν. σὺ μόνος ἀγνοεῖς ὅτι μὴ πρὶν ὢν ὁ 1 Ἀνδρόνικος τοῦτο ὅπερ ἐστὶ νῦν, θεοσεβὴς ἀνύρ, κατέκλεισεν αὐτὴν εἴς τι μνημεῖον λέγων· Ἢ γυναῖκά σε ἔχω ἔχειν ἣν εἶχον πάλαι, ἢ τεθνήξῃ· Καὶ εἵλατο μᾶλλον ἀποθανεῖν ἢ τὸ μύσος ἐκεῖνο διαπράξασθαι· εἰ οὖν δεσπότῃ αὐτῆς καὶ ἀνδρὶ μὴ συνέθετο
πρὸς συνέλευσιν διὰ θεοσέβειαν, ἀλλὰ καὶ ἔπεισε τὰ ἴσα τοῦτον φρονῆσαι, σοὶ μοιχῷ αὐτῇ θέλοντι γενέσθαι συνθήσεται; ἀπόστηθι μανίας μὴ ἐχούσης ἐν σοὶ ἀνάπαυσιν· ἀπόστηθι πράγματος ᾧ τέλος ἐπαγαγεῖν οὐ δύνασαι.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.