μόνος κηδεμὼν τῶν σῶν δούλων καὶ ἰατρὸς δωρεὰν ἰώμενος· ὁ μόνος εὐεργέτης καὶ ἀνυπερήφανος, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μόνος σωτὴρ καὶ δίκαιος, ὁ ἀεὶ ὁρῶν τὰ πάντων καὶ ἐν πᾶσιν ὢν καὶ πανταχοῦ παρὼν καὶ τὰ πάντα 1 2 περιέχων καὶ πληρῶν τὰ πάντα Χριστὲ Ἰησοῦ θεὲ κύριε, ὁ ταῖς σαῖς δωρεαῖς καὶ τῷ σῷ ἐλέει περισκεπάζων τοὺς ἐπὶ σὲ ἐλπίζοντας, ὁ ἐπιστάμενος ἀκριβῶς τοῦ πανταχῇ ἡνῷν ἀντθίκου τὰς τέχνας τάς τε ἐπηρείας πάσας ἃς καθʼ ἡμῶν ἐπιβουλεύει· σὺ μόνος κύριε βοήθησον ἐν τῇ ἐπισκοπῇ σου τοῖς σοῖς δούλοις·
ναὶ κύριε. |
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.