ὠργίσθη ὁ Δομετιανὸς πρὸς τοὺς δόντας τὸ φάρμακον ὡς φεισαμένων τοῦ Ἰωάννου· οἳ δὲ ἐπομοσάμενοι τὴν τύχην καὶ σωτηρίαν τοῦ βασιλέως ἕλεγον ἄλλο μὴ εἶναι δυναταώτερον τούτου τοῦ φαρμάκου. συνεὶς δὲ ὁ Ἰωάννης τί πρὸς ἀλλήλους ψιθυρίζουσιν ἔφη πρὸς τὸν βασιλέα· Μὴ χαλέπαινε
βασιλεῦ, ἀλλὰ ὃ λέγω κέλευσον γενέσθαι, καὶ μαθήσῃ τὴν δύναμιν τοῦ φαρμάκου· κατάκριτόν τινα ἐκ τῆς εἱρκτῆς ποίησον ἀχθῆναι. Οὗ παραγενομένου ὁ Ἰωάννης ἐπιβαλὼν ὕδωρ τῷ ποτηρίῳ καὶ περικλύσας μετὰ πάσης τῆς ὑποστάθμης ἐπέδωκεν τῷ κατακρίτῳ. ὃ δὲ λαβὼν καὶ πιὼν παραχρῆμα ἔπεσεν καὶ
ἐτελεύτησεν.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.