ἐγὼ σήμερον φονεὺς γένωμαι; περὶ τοῦ κειμένου νεκροῦ τί μέλλει γενέσθαι; Ὃ δὲ ἐκέλευσεν ἀρθέντα αὐτὸν ῥιφῆναι. Ἰωάννης δὲ προσελθὼν τῷ πτώματι εἶπεν· Ὁ θεὸς ὁ τῶν οὐρανῶν ποιητής, ὁ κύριος καὶ δεσπότης ἀγγέλων 1 δοξῶν κυριοτύτων, ἐν τῷ ὀνόματι Ἰησοῦ Χρι|στοῦ τοῦ παιδός
σου τοῦ μονογενοῦς δὸς τούτῳ τῷ δἰ ἀφορμῆς τεθνηκότι ζωῆς παλιγγενεσίαν καὶ ἀπόδος αὐτῷ τὴν ψυχήν, ἵνα μάθῃ Δομετιανὸς ὅτι ὁ λόγος τοῦ θεοῦ καὶ φαρμάκου πολὺ δυνατώτερος καὶ ζωῆς δεσπόζει, Λαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ἀνέστησεν αὐτὸν ζῶντα.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.