ῥήμασιν μόνοις οὐ πείθομαι· ὄψις ἀδόλων τὰ φθεγγόμενα. τί δύνῃ θεῖξαι ἐπίγειον ἢ ἐπουράνιον ἐν τῇ δυνάμει ἐκείνου τοῦ μέλλοντος βασιλεύειν καθὼς καὶ λέγεις; ποιήσει γάρ, εἴπερ ἐστὶν υἱὸς θεοῦ. Εὐθέως δὲ ὁ Ἰωάννης ᾔτησεν φάρμακον θανάσιμον. κελεύσαντος δὲ τοῦ βασιλέως δοθῆναι
φάρμακον αὐθωρὸν προσεκόμισαν. λαβὼν οὖν ὁ Ἰωάννης καὶ βαλὼν ἐν κύλικι μεγάλῳ πληρώσας ὕδατος συνεκέρασεν, καὶ 1 ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν· Ἐν τῷ ὀνόματί σου Ἰησοῦ Χριστὲ υἱὲ τοῦ θεοῦ πίνω τὸ ποτήριον σὺ γλυκανεῖς, καὶ τὸ ἐν αὐτῷ φάρμακον τῷ ἁγίῳ σου πνεύματι συγκέρασον καὶ
ποίησον αὐτὸ πόμα ζωῆς καὶ σωτηρίας γενέσθαι εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς πέψιν, εἰς ἀβλαβῆ διοίκησιν, εἰς 2 3 4 πίστιν ἀμετανόητον, εἰς ἀνεξάρνητον μαρτύριον τοῦ θανάτου ὡς ποτήριον εὐχαριστίας.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.