Αἴξ καὶ ὄνος.
ἀλλʼ ἡ αἴξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ
διὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον.
Αὐτῇ ἔλεγεν ὡς ἄπειρα κολάζῃ
ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι
ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα·
λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι.
Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις;
Ὁ δὲ πρὸς αὐτὴν 〈ἔφη〉 Καὶ τί ποιήσω;
οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν.
Ἥ συμβουλεύει ἐπίληπτον γενέσθαι
καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων,
ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς.
Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου
πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίβη,
ὥσπερ νόσημα δεινὸν προσκεκτημὲνη
καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη.
Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος,
δραμών αὐτίκα τὸν ἰατρὸν ἐκάλει
ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον.
Ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκει
ἐγχνματίζειν καὶ ῥώσεως τυγχάνειν.
Οἱ παραυτίκα τεθυκότες τὴν αἶγα
τρίψαντες τὸν πνεύμονʼ αἵματι ἰδίῳ
ἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον.
Αὐτὸς καθʼ αὑτοῦ λανθάνει τοῦτο ποιῶν.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.