Αἲξ καὶ αἰγοβοσκός.
Αἴξ καὶ αἰπόλος.
Ποιμὴν καὶ αἴξ.
τοῦ προσβαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν.
Μία δʼ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη
ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.
Εὐθὐς δʼ ὁ ποιμὴν ἐπʼ αὐτὴν ῥάβδον ῥίψας
τὸ ἕν κέρας ἔκοψε τῆς αἰγὸς ὁλον.
Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον,
καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι,
μηδ' ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.
Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα·
Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι;
τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης,
πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.