Αἰπόλος καὶ αἶγες ἄγριαι.
ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους.
Εὑρὼν δʼ ἀγρίας πλείονας ὦν κατέσχε
πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις,
ἅς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις.
Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας,
εὗρεν ἅς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας·
αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι
τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν.
Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας
ἅς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος,
μέγα στενάξας κὠλολύξας ἐκ βάθους
θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος,
εἰ μὴ τὴν ῥάβδον μετὰ τοῦ μαρσιπίου.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.