Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[31] εἰ δὲ μὴ τοῦθ᾽ ἕνεκά του, καὶ εἰς τὸ ἄριστον ληπτέον τινὰς ὅρους καὶ οὐκ ἐπὶ πάντων ἁπλῶς θετέον· ἐπεὶ καὶ τὰ τοιάδε ἔχει τινὰ διστασμὸν καὶ ἁπλῶς λέγομεν ἃ καὶ καθ᾽ ἕκαστον. ἁπλῶς μὲν ὅτι τὴν φύσιν ἐν ἅπασιν ὀρέγεσθαι τοῦ ἀρίστου καὶ ἐφ᾽ ὧν ἐνδέχεται μεταδιδόναι τοῦ ἀεὶ καὶ τοῦ τεταγμένου· ὡς δ᾽ αὕτως καὶ ἐπὶ τῶν ζώων ὁμοίως· ὅπου γὰρ οἷόν τε τὸ βέλτιον ἐνταῦθα οὐδαμοῦ παραλείπει, οἷον τὸ ἔμπροσθεν τὴν φάρυγγα τοῦ οἰσοφάγου, τιμιώτερον γὰρ, καὶ ἐν τῇ μέσῃ κοιλίᾳ τῆς καρδίας τὴν κρᾶσιν ἀρίστην, ὅτι τὸ μέσον τιμιώτατον.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)