Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[30] καὶ τὸ μέγνστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζώων· οὐθενὸς γὰρ ταῦθ᾽ ἕνεκα ἀλλὰ συμπτώματα καὶ δι᾽ ἑτέρας ἀνάγκας. ἔδει γὰρ εἴπερ τούτων χάριν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως. ἔτι δ᾽ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν᾽ ἔχουσι φύσιν, ὥσπερ δοκοῦσι καὶ μορφαῖς καὶ εἴδεσι καὶ δυνάμεσι, τίνος ἕνεκα ταῦτα ζητήσειεν ἄν τις. αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν λόγον καὶ ταῦτ᾽ ἐν ἑτέροις μὴ ποιοῦσι προτέροις καὶ τιμιωτέροις. ἦ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστὸν ὡς ἄρα τῷ αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλληλα διαφοράς.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)