Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[29] τίνος γὰρ ἕνεκα αἱ ἔφοδοι καὶ ἀνάρροιαι θαλάττης ἢ τίνος αἰ προχωρήσεις ἢ ἀναξηράνσεις τῆς ὑγρότητος καὶ ὅλως πρὸς ἄλλοτ᾽ ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ γενέσεις, ἢ αἱ μὲν ἐν αὐτῇ τῇ γῇ ἀλλοιώσεις καὶ μεταβολαὶ γίγνονται πρὸς ἄλλοτ᾽ ἄλλο μεθισταμένων; καὶ ἕτερα δ᾽οὐκ ὀλίγα παρόμοια τούτοις. ἔστι δ᾽ ἐν αὐτοῖς τοῖς ζώοις τὰ μὲν ὥσπερ μάταια καθάπερ τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ τοῖς θήλεσιν ἡ πρόεσις εἴπερ μὴ συμβάλλεται, καὶ πώγωνος δ᾽ ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν τισι τόποις· ἔτι δὲ κεράτων μεγέθη καθάπερ τῶν ἐλάφων· τοῖς δὲ καὶ λελωβημένοις κινήσει τε καὶ παραιωρήσει καὶ ἐπιπροσθήσει τῶν ὀμμάτων· καὶ ὡς ἔνια δὴ βίᾳ ἢ παρὰ φνσιν ὥσπερ ὁ ἐρωδιὸς ὀχεύει καὶ τὸ ἡμερόβιον ζῇ καὶ ἕτερα οὐκ ὀλίγα λάβοι τις ἂν τοιαῦτα.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)