Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[28] ἆρ᾽ οὖν εἴ γε μηδ᾽ ἐν τοῖς ζώυις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον, οὐδ᾽ ἐν τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις τὴν φορὰν ἢ τρόπον τινὰ ἀφωρισμένον; συνάπτει δέ πως ἡ νῦν ἀπορία καὶ πρὸς τὴν ὑπὸ τοῦ ἀκινήτου κίνησιν. ὑπὲρ δὲ τοῦ πάνθ᾽ ἕνεκά του καὶ μηθὲν μάτην, ἄλλως θ᾽ ὁ ἀφορισμὸς οὐ ῥᾴδιος καθάπερ πλεονάκις λέγεται — πόθεν δ᾽ ἄρξασθαι χρῆν καὶ εἰς ποῖα τελευτᾶν; — καὶ δὴ τῷ ἔνια μὴ δοκεῖν ἔχειν οὕτως ἀλλὰ τὰ μὲν συμπτωματικῶς τὰ δ᾽ ἀνάγκῃ τινὶ καθάπερ ἔν τε τοῖς οὐρανίοις καὶ ἐν τοῖς περὶ τὴν γῆν πλείοσι.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)