Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[32] ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν
εἰ γὰρ καὶ ἡ ὄρεξις οὕτως· ἀλλ᾽ ἐκεῖνό γ᾽ ἐμφαίνει διότι πολὺ τὸ οὐχ ὑπακοῦον οὐδὲ δεχόμενον τὸ εὖ, μᾶλλον δὲ πολλῷ πλεῖον· ὀλίγον γάρ τι τὸ ἔμψυχον ἄπειρον δὲ τὸ ἄψυχον· καὶ αὐτῶν τῶν ἐμψύχων ἀκαριαῖον· καὶ βέλτιον τὸ εἶναι· τὸ δ᾽ ὅλον σπάνιόν τε καὶ ἐν ὀλίγοις τὸ ἀγαθὸν πολὺ δὲ πλῆθος
ᾖ τὸ κακόν. οὐκ εἰ ἀοριστία δὲ μόνον καὶ οἷον ὕλης εἴδη καθάπερ τὰ τῆς φύσεως ἀμαθεστάτου. εἰ γὰρ καὶ οἱ περὶ τῆς ὅλης οὐσίας λέγοντες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν τού μέσου χώραν· τὰ δ᾽ ἄκρα καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)