XIII. Περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης.
ὅλης οἰκουμένης εἰπεῖν. Τὸ μῆκος τοίνυν αὐτῆς ληψόμεθα, οὐ τὸ συνακολουθοῦν τῷ ῥομβοειδεῖ σχήματι, ἀλλά τινι κύκλου τμήματι, ὃ τῶν ἄλλων τῶν διʼ ὅλου τοῦ μήκους αὐτῆς ἐρχομένων ἀπάντων ἐστὶ μεῖζον· ὅμοιόν τε γὰρ τὸ ἐπὶ τοῦ ἰσημερινοῦ ἔκπιπτον ἀπὸ
δυσμῶν ἐπὶ ἀνατολὰς ἐδείχθη τοῦ ἐγνωσμένου καὶ τὸ πολὺ προτερώτατον ἐπὶ τῶν τε νοτιωτέρων καὶ τῶν βορειοτέρων τούτου. Εἴη δʼ ἂν τὸ τοῦ ἀπέχοντος ἐπὶ τὰ βόρεια τοῦ ἰσημερινοῦ μοίρας εἴκοσι τρεῖς καὶ U+2220΄, δʼ διαφορεῖ δὲ (καὶ) τοῦτο τοῦ μεγίστου κύκλου ὥρᾳ
μίᾳ ἡμίσει, μῆκος δὲ ἔχει στάδια μύρια ὀκτὼ, β τ π β΄· ὥστε ἔγγιστα μυριάδων εἶναι σταδίων τὸ μῆκος διὰ τοῦ ὑπὸ τοῦ μεγίστου κύκλου περιεχομένου τὸ ἐγνωσμένον. Τὸ δὲ πλάτος ἐπὶ μεσημβρινοῦ, γραφομένου (δὲ) διὰ τῶν Ἱππικῶν τῆς Σαρματίας ὀρῶν,
στάδια τρισμύρια δισχίλια φ΄, ἤτοι μιλίων χιλιάδες δ καὶ τλγ΄.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.