XII. Περὶ τῶν κατὰ τὴν οἰκουμένην ἀνέμων.
ἐγνωσμένου, καὶ ἓξ διαμέτροις εἰς ἴσα δώδεκα διαιρεθέντος, ὥστε δύο τῶν πρὸς ὀρθὰς ἀλλήλαις τὴν μὲν ἰσημερινὴν ποιεῖσθαι, τὴν δὲ μεσημβρινήν, τάσσουσιν ἐπὶ μὲν τῆς ἰσημερινῆς πρὸς μὲν ταῖς ἀνατολαῖς ἀπηλιώτην, πρὸς δὲ ταῖς δύσεσι ζέφυρον, καὶ πάλιν ἐπὶ
μὲν τῆς μεσημβρινῆς πρὸς ἄρκτους ἀπαρκτίαν, πρὸς δὲ τὴν μεσημβρίαν νότον· εἶτα ἀπηλιώτου μὲν ἑκατέρωθεν ὡς πρὸς μεσημβρίαν εὖρον, πρὸς δὲ ἄρκτους καικίαν· πάλιν δὲ ἀπαρκτίου ὡς πρὸς μὲν ἀνατολὰς βορέαν, ὡς δὲ πρὸς δύσεις θρασκίαν ἢ μέσην καὶ ζεφύρου μὲν πρὸς μεσημβρίαν λίβα, πρὸς δὲ ἄρκτους ἰάπυγα ἢ ἀργέστην, νότου δὲ πρὸς μὲν ἀνατολὰς εὐρόνοτον, ὡς δὲ πρὸς δύσεις λιβόνοτον. Καί εἰσι διάμετροι καὶ
ἀντιπνέοντες ἀλλήλοις, ἀπηλώτης μὲν ζεφύρῳ, καικίας δὲ λιβὶ, βορέας δὲ λιβονότῳ, καὶ ἀπαρκτίᾳς μὲν νότῳ, θρασκίας δὲ εὐρονότῳ, καὶ ἰάπυξ εὔρῳ.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.