XI. Περὶ τῆς μεγάλης θαλάσσης
τοιαύτη τις εἶναι, καὶ βρύον ἔχειν πλεῖστον καὶ μέγιστον ἐμφερὲς πράσῳ, ὅθεν εἰκὸς αὐτῇ καὶ τὴν πρασώδη φαντασίαν προσγίνεσθαι.
(ἐστὶ γὰρ μεγίστη) τούτου τετύχηκε τοῦ ὁδόματος, ἀλλὰ διὰ τὰ ἐν αὐτῇ βράχη· τὰς γὰρ ἀμπώτεις γίνεσθαι κἀκεῖ μεγίστας, μὴ δʼ αὐθήμερον μεταβάλλειν, ἀλλ᾿ ἐπὶ πλεῖστον ἀναχωρεῖν χρόνον τὸ ὕδωρ, καὶ τὰς ῥαχίας μετὰ τὴν ἀναχώρησιν ἀναξηραίνεσθαι, ὥστε τοὺς
πλέοντας, εἰ περιπέσοιέν ποτε τούτῳ τῷ πάθει, ὑποστηρίξαντας τὸ πλοῖον ἀναβαίνειν καθάπερ εἰς ἤπειρον.
Ἰνδικὸν πέλαγος, ἐν ᾧ χερρόνησοι καὶ κόλποι πάνυ μεγάλοι, ὅ τε Θηριώδης καὶ ὁ Μέγας καὶ ὁ Γαγγητικός.
ὧν περὶ τὰς συμβολὰς καὶ τὸ τοῦ Περσικοῦ κόλπου στόμα κεῖται. Αὐτὸς δὲ ὁ κόλπος περιέχεται μὲν ἀπὸ ἀνατολῶν καὶ μεσημβρίας Καρμανία, ἀπὸ δὲ ἄρκτων μεταβαίνουσιν ἐπὶ δύσεις Περσίδι καὶ Σουσιανῇ καὶ Βαβυλωνίᾳ, ἀπὸ δὲ δόσεως Ἀραβίᾳ Ἐρήμῳ, εἶτα
πάλιν ἀπὸ μεσημβρίας τῇ Εὐδαίμονι.
σχεδιάζοντες λέγουσιν, ἀπὸ τῶν προσπαρακειμένων δρῶν ἐρυθρῶν ὄντων, ἀφ᾿ ὧν προσπίπτειν τινὰ πρόσπτωσιν γαληναίῳ ὄντι τῷ ὕδατι, καὶ τὴν τοῦ ἐρυθροῦ φαντασίαν ἀπεργάζεσθει, ἀλλὰ τὰ πολλὰ τοῦ πελάγους τούτου ἠρεμαίου ὄντος, ἅτε πνευμάτων, ὡς λόγος, ἐκεῖ
μήτε μεγάλων μήτε συνεχῶν γινομένων, διὰ τὸ πλησίον εἶναι τοῦ κατὰ κορυφήν τὸν ἥλιον συστάσεις διερῶν νεφῶν συνίστασθαι, εἰς ἃ ἐμπίπτουσαι αἱ τοῦ ἡλίου αὐγαὶ χρωννύουσιν αὐτὰ, καθὰ παῤ ἡμῖν συνεχῶς τὰ περὶ τὸν ὁρίζοντα πάσχειν εἴωθεν ἀνίσχοντος ἢ καταδιδυκότος
ἤδη τοῦ ἡλίου, εἶθ᾿ οὕτω τὰς χρόας δέχεσθαι τὴν θάλασσαν, ὅταν λείαν ἔχη τὴν ἐπιφάνειαν. Μετὰ τὸν Ἀράβιον κόλπον καὶ τὰ λοιπὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἐστὶν ἡ κατὰ τὴν βαρβαρίαν Αἰθιοπικὴ θάλασσα.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.