X. Περὶ ποταμῶν μεγίστων.
ὅλην Ἰνδικὴν (εἰσὶ δὲ καὶ ὅσοι πλεῖστοι), ἐκδιδόασιν ἐπὶ τὴν πρὸς νότον θάλασσαν. Τῶν δὲ λοιπῶν κατὰ τὴν Ἀσίαν ποταμῶν ἐμβαλόντων τε εἰς διαφόρους θαλάσσας Ἰαξάρτης μὲν καὶ Ὦξος καὶ Ῥύμμος καὶ Ῥᾶς καὶ Κῦρος καὶ Ἀράξης εἰς τὴν Κασπίαν ἵενται θάλασσαν, Φᾶσις δὲ καὶ Θερμώδων καὶ Σάγγαρις εἰς τὸν Πόντον. Οὗιοι δὲ σχεδόν τι περὶ τοὺς αὐτοὺς τόπους τὰς ἐκβολὰς
ἔχουσι ταῖς πηγαῖς.
τάναϊς, Ῥῆνος. Εἰσὶ δὲ καὶ ἄλλοι μεγάλοι ποταμοὶ πρὸς ταῖς ἐκβολαῖς γινόμενοι, μάλιστα Ἠρίδανος, Ἴβηρ, Βαῖτις, Σηκοάνας, Δορίας καὶ οἱ ἀμφὶ Ῥοδανόν.
γὰρ ἐκ τῶν ὑπὲρ τὸν ἰσημερινὸν ἐν βάθει τῆς μεσημβρίας τόπων, ἐκδίδωσιν εἰς τὴν καθʼ ἡμᾶς θάλασσαν, ἐλικογραφῶν, ὡς εἰκὸς, ὅπερ ἐστὶν ἴδιον ποταμῶν, ὡς πιθανὸν εἶναι μᾶλλον ἀπὸ τῶν ἐκεῖ γιγνομένων κατὰ τὸ παῤ ἡμὶν θέρος ὄμβρων ἤπερ ἀπὸ
χίονος σύστασιν τὴν πλημμυρίαν ἐνιαυσίῳ χρόνῳ ποιεισθαι. Φαίνεται δὲ καὶ ὁ Βαγράδας ὁ περὶ Καρχηδόνα ῥέων καὶ ὁ Κίνυψ ἀπὸ τῶν νοτιωτάτων. Τῶν δὲ διαρρεόντων σὴν ἐντὸς Αἰθιοπίαν καὶ τάς τε ἀρχὰς καὶ τὰ τέλη ἐν ἠπείρῳ ἐχόντων, μέγιστος ἐστιν ὅ τε Γὶρ καὶ
Νίγιρ.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.