XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
μῆκος μὲν τὰ ἀπὸ Κώτου, τοῦ τῆς Μαυριτανίας Τιγγιταγῆς ἔκρου, μέχρι τῆς Ἰσσοῦ στάδιοί εἰσι δισμύριοι ευ΄, ἤτοι μίλια γτπϚ΄· πλάτος δὲ ἀπὸ Μασσιλίας (ἐπεὶ τὸ πλεῖστον ἡ Γαλλικὴ θάλασσα ἐνταῦθα πρὸς ἄρκτους ἀνακολποῦται) ἐπ’ Ἰγίλγιλιν κολώνειαν
τῆς Μαυριτανίας στάδια εφ΄, μίλια δὲ ψλγ΄.
στάδια βυ΄, μίλια τκ΄.
μιλίων δὲ τλδ΄.
ἐπὶ Κοττίαριν ποταμὸν τῶν Σινῶν σταδίων μυριάδες ε΄ καὶ βφ΄, μίλια δὲ ζ· πλάτος δὲ τὸ ἀπὸ τοῦ μυχοῦ τοῦ Μεγάλου κόλπου ἐπὶ τὴν ἄγνωστον στάδια μυρία τρισχίλια, ἤτοι μίλια αψ λγ΄.
κατὰ κλίματα δὲ διαφόρους ἔχει ἐπωνυμίας. Ὁ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις πᾶς μὲν ἀρκτικὸς καὶ βόρειος λέγεται, ἤδη δὲ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Σκυθικὸς ὠκεανὸς, τὸ δὲ δυτικώτερον Γερμανικός τε καὶ Βρεττανικὸς καλεῖται· ὁ δὲ αὐτὸς οὗτος σύμπας καὶ
Κρόνιον πέλαγος καὶ Πεπηγὼς καὶ Νεκρὸς ἐπωνομάζεται. Ὁ δὲ ὑπὸ τῇ μεσημβρία σύμπας μὲν καλεῖται Μεσημβρινός τε καὶ Νότιος ὠκεανός· πάλιν δʼ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Ἐρυθρὰ θέλασσα, τὸ δὲ δυτικώτερον Αἰθιοπικὸς ὠκεανὸς προσαγορεύεται.
Τῶν δὲ λοιπῶν δύο κλιμάτων τὸ μὲν κατʼ ἀνατολὰς Ἑῷον πέλαγος καὶ Ἰνδικὸς ὠκεανὸς, τὸ δὲ κατὰ τὴν δύσιν, ἀφʼ οὗπερ ἡ καθʼ ἡμᾶς θάλασσα πληροῦται, Ἑσπέριος ὠκεανὸς, καὶ κατʼ ἐξοχὴν Ἀτλαντικὸν προσαγορεύεται πέλαγος.
στήλας πορθμὸς, καὶ τὸ διʼ αὐτοῦ πληρούμενον ἐπ’ ἀνατολὴν μέσον πέλαγος ἄχρι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τῆς δʼ Ἀσίας πρὸς μὲν τὴν Λιβύην τὸ αὐτὸ τοῦτο στόμα τοῦ Νείλου καὶ ὁ ἐπʼ ὀρθὴν τοῦ ποταμοῦ πόρος ἐπὶ μεσημβρίαν, πρὸς δὲ τὴν Εὐρώπην
ὁ Τάναῖς ποταμὸς εἰς τὴν Μαιῶτιν ἐμβάλλων λίμνην· ἡ δὲ εἰς τὸν Εὔξεινον ἐκφέρεται Πόντον, οὗτος δὲ εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Ἑλλήσποντον, μεθʼ ὃν τὸ Αἰγαῖον ἐπὶ μεσημβρίαν ὁμοίως ἀναπέπταται πέλαγος. Ἔνιοι δὲ τὰς προκειμένας ἠπείρους ἰσθμοῖς διορίζουσιν,
ἀπὸ μὲν τῆς Ἀσίας τὴν Εὐρώπην τῷ μεταξὸ Κασπίας θαλάσσης καὶ τοῦ Πόντου, τὴν δὲ Λιβύην τῷ μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τῆς κατὰ τὸ Πηλούσιον θαλάσσης.
τοιαῦται. Τῶν δὲ ἐμφερομένων ἐν αὐτῇ πελάγων τὸ μὲν ἀπὸ δύσεως τῶν Ἰβηρικῶν ἄκρων ἐπʼ ἀνατολὴν ἄχρι τοῦ κατὰ τήν Κιλικίαν Ἰσσικοῦ κόλπου διῆκον, στάδιά ἐστι δισμύρια ἐννεακισχίλια, ἤτοι μίλια γωξζ΄. Ἀπὸ μὲν γὰρ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας ε
ἀριθμοῦνται, μίλια χξζ΄. Ἐντεῦθεν δὲ ἐπὶ τὸ ἑῷον ἀκρωτήριον τῆς Κρήτης, ὃ Σαμώνιον καλεῖται, χίλιοι στάδιοι, μίλια δὲ ρλγ΄· ἀπὸ δὲ τοῦ Σαμωνίου ἐπὶ Κριοῦ μέτωπον, ἕτερον τῆς Κρήτης ἀκρωτήριον τὸ ἑσπέριον, αφ, ὅπερ ἐστὶ καὶ μῆκος τῆς νήσου. Δίαρμα δʼ ἐντεῦθεν
ἐπὶ Πάχυνον ἄκρον τῆς Σικελίας δφ΄, ὃ δὴ καὶ μῆκός ἐστι τοῦ Σικελικοῦ πελάγους. Ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείονες ἢ χίλιοι· δίαρμα δὲ ἐντεῦθεν ἐπὶ Στήλας μυρίοι καὶ γ. Ἀπὸ δὲ Στηλῶν ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον γ. Τοῦτο μὲν δὴ τὸ μῆκος.
διαφόρους. Τὸ μὲν γὰρ στόμα τοῦ πελάγους αὐτὸ πορθμὸς ὁ καθʼ Ἡρακλέους στήλας καλεῖται. Ἕστι δὲ οὗτος τὸ μῆκος σταδίων ρκ΄, μιλίων ις΄, πλάτος δὲ ᾖ στενότατον ο΄. Εἰσπλεύσασι δὲ τὸν πορθμὸν τοῦτον εὐθέως ἡ καθʼ ἡμᾶς ἀναφαίνεται θάλασσα, ἦς
τὸ μὲν πρὸς τῇ Λιβύῃ μέχρι τῆς Αἰγύπτου Λιβυκὸν καλεῖται πέλαγος, ἐν ᾧ δύο κόλποι συνίστανται οἱ προσαγορευόμενοι Σύρτεις. Τούτων δʼ ἡ μέν ἐλάττων δυτικωτέρα οὖσα τῆς ἑτέρας περίμετρον ἔχει σταδίων αχ΄, μίλια δὲ ρζ΄ ἡ δὲ μείζων ε· ταύτης δὲ
βάθος α ἐστὶ καὶ φ΄, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.
πέλαγος, μετὰ δὲ τοῦτο τὸ Σαρδῷον, ἐξῆς δὲ τούτῳ τὸ Τυρρηνικὸν, εἶτα τὸ Σικελικὸν· φθάνει δὲ τοῦτο ἄχρι Παχύνου ἐπὶ μεσημβρίαν, καὶ τῶν ἄκρων τῆς Κρήτης ἐπὶ τὴν ἕω, καὶ τῆς Ἰαπυγίας ὡς ἐπὶ βορρᾶν. Μεθ᾿ ἣν ὁ Ἀδρίας πολὺς ἀναχεῖται κόλπος ἐπὶ τὰς
ἄρκτους, εἶτ᾿ εἰς δύσιν ἀποκλίνει, μῆκος μὲν ἔχων ς΄ σταδίων, μιλίων δὲ ω΄, πλάτος δὲ ᾗ πλατύτατος α καὶ σ΄. Τούτου δὶ τὰ δεξιὰ Ἰλλυρίς ἐστι, τὰ δὲ εὐώνυμα ἡ Ἰταλία μέχρι τοῦ κατʼ Ἀκυληίαν μυχοῦ καὶ Πόλας.
Χελιδονίων νήσων καὶ ἄκρας Λυκιακῆς. Ἀπὸ δὲ τῶν Χελιδονίων ἀναπέπταται ὡς πρὸς ἄρκτους τὸ Αἴγαιον, μῆκος ἔχον ἐπὶ βορρᾶν δ σταδίων, μιλίων δὲ φλγ΄, πλάτος δὲ ᾗ πλατύτατον β. Μαθʼ ὃν συνάγεται εἰς στενὸν ὁ Ἑλλήσποντος, ἑπτὰ σταδίων ἔχων διάστημα
κατὰ Σηστὸν καὶ Ἄβυδον.
αὐτοῦ δύο ἀνέχουσιν ἄκραι, ἀλλήλων ἀπέχουσαι δισχιλίους που καὶ φ΄ σταδίους, ὧν ἡ μὲν ἐπὸ τῆς Ἀσίας ἐπʼ ἄρκτους ἀνατείνουσα καλεῖται Κάραμβις, ἡ δὲ ἀπὸ τῆς Εὐρώπης πρὸς νότον Κριοῦ μέτωπον προσαγορεύεται.
τοῦ στόματος ἐπὶ τὸν κατὰ Διοσκουριάδα μυχὸν, πλάτος δὲ γ.
πλὴν τῆς ἀνεχούσης Καράμβεως, τὸ δὲ λοιπὸν πᾶν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφὴν, ὥστε δύο κόλπους συνίστασθαι, ὧν ὁ ἑσπέριος κατὰ πολὺ περιφερέστερος ὑπάρχει τοῦ ἑῳθινωτέρου. Τούτου δὲ πρὸς ἄρκτον ἡ Μαιῶτις ὑπέρκειται λίμνη,
τὴν περίμετρον θ οὖσα σταδίων, ἧς τὸ στόμα Κιμμερικὸς καλεῖται Βόσπορος. Ἡ μὲν δὴ καθ᾿ ἡμᾶς θάλασσα τοιαύτη.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.