13.
ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάϲω τέθλακα, κλῶ κλάϲω κέκλακα, ϲμῶ ϲμήϲω ἔϲμηκα, δρῶ δράϲω δέδρακα, ζῶ ζήϲω ἔζηκα· καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἀπὸ περιϲπωμένων ὑπάρχων μιᾷ ϲυλλαβῇ περιττεύει τοῦ μέϲου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα εἰ ἐποιήϲαμεν οὖν μέϲον παρακείμενον
ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔϲμηκα, ἔζηκα, ἤμελλεν ὁ μέϲοϲ παρακείμενοϲ μιᾷ ϲυλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰϲ διϲυλλαβίαν περιπεϲεῖν, ὅπερ ἐϲτὶν ἄτοπον ϲπανίωϲ γὰρ εὑρίϲκεται διϲύλλαβοϲ παρακείμενοϲ ἐν χρήϲει· ϲπάνιον δὲ εἶπον διὰ τὸ οἶδα
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.