12.
ἐπὶ βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέϲοϲ παρακείμενοϲ οἷον τύπτω τέτυφα τέτυπα, νύϲϲω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήϲϲω πέπληχα πέπληγα. κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περιϲπωμένων θεμάτων μιᾷ ϲυλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέϲοϲ παρακείμενοϲ
οἶον δουπῶ δουπήϲω δεδούπηκα δέδουπα, μυκῶ μυκήϲω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήϲω ἐκτύπηκα ἔκτυπα.
Opp. 207), καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιαν ὸν «δεδουπότοϲ Οἰδιπόδαο» (ψ 679). καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷϲ καὶ τὸ ἐκτύπηκα ἔκτυπα· εἰϲὶ γὰρ περιϲπώμενοι τοιοῦτοι μέϲοι παρακείμενοι ὡϲ πολλαχοῦ φανεῖται· 5 καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ ϲυλλαβῇ ἐνδέουϲι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖϲ βαρυνομένοιϲ οὐκ ἔϲτι ῥήμαϲιν.
ἐν ἐκείνοιϲ γὰρ ἰϲοϲυλλαβεῖ καθόλου ὁ μέϲοϲ τῷ ἐνεργητικῷ.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.