14.
τὸν Ἡρωδιανόν, καθ’ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν, ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃϲ ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου
πολύχρηϲτον. ὅτι δ’ ἐν πολλοῖϲ ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ἑ, ἐγράφη διὰ μόνου τοῦ ι· Ϲοφοκλῆϲ (Τrach. 754) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἀλλεπάλληλον
τῶν διχρόνων.
Περὶ ῥημάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.