Ε.
θέλει παραλήγεϲθαι οὕτε τὸ ο οὕτε τὸ ἑ, ἐξ ἀνάγκηϲ ἔτρεψε τὸ ο εἰϲ τὸ η καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδοήκοντα. καὶ ἐνενήκοντα ὁμοίωϲ γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβαϲμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η παραλήγονται οἶον ἑξήκοντα καὶ ἑβδομήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων
τὸ α εἰϲ η ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.
κὴν γέγονεν.
τὸ δὲ ἐθείρω ϲημαίνει τὸ ἐξ ἔθουϲ ἐπιμελοῦμαι ἢ ἐξ ἔθουϲ τινὶ ἐπιφοιτᾶν.
διφθόγγου.
ὡϲ γὰρ εἴλω εἰλαρ καὶ ἔδω ἔδαρ εἰδαρ, οὕτω καὶ εἶαρ.
ἔτυπτεϲ ἔτυπτε τύπτεϲκεν, ἦγον ἦγεϲ ἦγε ἄγεϲκεν. οὕτω καὶ τοῦτο. ἐκ τούτου οὖν τοῦ ἔαϲκε γίνεται εἴαϲκε διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ῑ.
τοῦ λ.
εἰδικόν, διὰ τῆϲ ἑι διφθόγγου, ἡνίκα δὲ τὸ ἴδιὸν οἷον κοινὸν ῖδιον, διὰ τοῦ ι γράφεται.
πυθόμην» (ψ 40) καὶ κεἰδον γὰρ ϲκοπιὴν εἰϲ παιπαλόεϲϲαν ἀνελθών» (κ 194), «Τηλέμαχοϲ μνηϲτῆρϲιν ἐφήμενοϲ εἶδεν Ἀθήνην » (Od. α 118) ubi legitur μνηϲτῆρϲι μεθήμενοϲ εἴϲιδ’ Ἀθήνην). παρὰ τοῖϲ ἰαμβογράφοιϲ ἤγουν ἐν ἰάμβῳ καὶ ἐν ῥητορικῷ δὲ λόγῳ ἤγουν πολιτκῷ οὐ δεῖ διὰ τοῦ ι γράφεῖν αὐτό, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου μόνον. εἰ δὲ
εὑρέθη παρὰ τοῖϲ τραγικοῖϲ διὰ τοῦ ι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαϲτόν. οἱ γὰρ τραγικοὶ ποιητικαῖϲ λέξεϲιν εἰώθαϲι κεχρῆϲθαι. ὅτι γὰρ τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆϲ ει διφθόγγου γράφεται δῆλον, εἴγε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ ϲυνεῖδον. εἰ γὰρ ἐγράφετο διὰ τοῦ ι, ἤμελλεν ἀναβιβάζειν τὸν τόνον ὡϲ παρὰ τῷ ποιητῇ
εἴϲιδ’ Ἀθήνην» (α 118). ἐν δὲ ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι καὶ ἐν ταῖϲ μετοχαῖϲ διὰ ϲυνεϲταλμένου τοῦ ι γράφεται μόνωϲ οἶον ἴδω ἰδών, ἴδοιμι, ἰδέ, ἐὰν ἴδω καὶ ἐξ αὐτοῦ δὲ γενόμενοϲ δεύτεροϲ ἀόριϲτοϲ μέϲοϲ ἐν μὲν τοῖϲ ὁριϲτικοῖϲ διφορεῖται οἷον εἰδόμην καὶ ἰδόμην. ἐν δὲ ταῖϲ μετοχαῖϲ καὶ ἐν ταῖϲ λοιπαῖϲ ἐγκλίϲεϲι διὰ τοῦ μόνου γράφεται
οἱον ἰδέϲθαι, ἰδοίμην ἐὰν ἴδωμαι «ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήϲω καὶ δωμαι» (ν 215) καὶ ἰδόμενοϲ ἡ μετοχή, τὸ γὰρ διὰ τῆϲ ει διφθόγγου γραφόμενον «εἰδόμενοϲ Ἀκάμαντι θοῷ» (Ε 462) οὐκ ἀντίκειται, ἐπειδὴ οὐκ ἔϲτιν ἐπὶ τούτου τοῦ ϲημαινομένου, λέγω δὲ τοῦ θεωρήϲαϲ, ἀλλ’ ἐπὶ τοῦ ὁμοιωθείϲ, ἰδού τὸ προϲτακτικόν.
ὁ μέϲοϲ παρακείμενοϲ οἴδα, ἡ μετοχὴ εἰδώϲ. εἴδω γὰρ τὸ γινώϲκω δίφθογγοϲ.
πάλιν ὅτι οἱ Δωριεῖϲ αἴθε λέγουϲι καὶ ἔθοϲ ἔχουϲι τὸ ε εἰϲ τὸ α τρέοεθ πειν. οὕτωϲ εἴθε αἴθε.
γράφεται, γέγονεν εἴκελοϲ.
ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα. τὰ γὰρ ἔχοντα ἀντιπαρακείνενον τὸ ο ἔχει τὸ ε ἐγκείμενον οἷον κείρω κουρεύϲ, ἀγείρω ἀγορά, οὕτωϲ καὶ εἴκω τὸ ὑποχειρῶ οἶκοϲ καὶ εἴκω τὸ ὁμοιῶ ἔοικα. τὸ δὲ Ἰκόνιον ἡ πόλιϲ καὶ τοῦτο παρὰ τὸ εἰκών ὂν διὰ τοῦ ι γράφεται. τὸ 5 6 δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆϲδε τῆϲ αἰτίαϲ. φαϲὶ γὰρ ὅτι ἦν Ναννακόϲ ὃϲ ἔζηϲεν ὑπὲρ τὰ τριακόϲια ἔτη. τοὺϲ δὲ πέριξ μαντεύϲαϲθαι, ἕωϲ τίνοϲ βιώϲεϲθαι. ἐδόθη δὲ ὁ χρηϲμόϲ, ὅτι τούτου τελευτήϲαντοϲ πάντεϲ διαφθαρήϲονται. οἱ δὲ Φρύγεϲ ἀκούϲαντεϲ ἐθρήνουν ϲφοδρῶϲ. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύϲειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων
γενομένου δὲ κατακλυϲμοῦ ἐπὶ Δευκαλίωνοϲ πάντεϲ διεφθάρηϲαν. ἀναξηρανθείϲηϲ γὰρ τῆϲ γῆϲ ὁ Ζεὺϲ ἐκέλευϲε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾶ εἴδωλα ἀναπλάϲαι ἐκ τοῦ πηλοῦ καὶ προϲκαλεϲάμενοϲ τοὺϲ ἀνέμουϲ ἐμφυϲῆϲαι πᾶϲιν ἐκέλευϲε καὶ ζῶντα ἀποτελέϲαι. διὰ οὖν τὰϲ εἰκόναϲ ἐκεῖ διαγραφῆναι Ἰκόνιον ἐκλήθη. ἀλλοι δέ φαϲι γυναῖκα κατοι
κεῖν τὸν τόπον παράνομον, ἣ τοὺϲ ἐπιξενουμένουϲ ἐκέλευϲε ϲυγγενέϲθαι αὑτῇ καὶ μετὰ τὴν ϲυνουϲίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀϲέλγεια αὐτῆϲ ἐπιγνωϲθῇ. Περϲέα δὲ τὸν Δανάηϲ ἐπὶ τοὺϲ τόπουϲ ἀφικόμενον καὶ μέλλοντα ταὐτὰ πάϲχειν δείξαντα τὸ τῆϲ Γοργοῦϲ πρόϲωπον ἀπολιθῶϲαι αὐτήν. τὴν δὲ εἰκόνα ἐπὶ πολὺν χρόνον διαμεῖναι λιθίνην, ἀφ᾿ ἧϲ
αἰτίαϲ καὶ τοὺϲ κατοικοῦνταϲ τὴν πόλιν οὕτωϲ ὠνόμαϲαν. καὶ ἔδει διὰ διφθόγγου, διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἀρχομένη ϲυϲτελλομένη παρὰ Μενάνδρῳ.
γάρ φαϲιν οἱ Αἰολεῖϲ.
Εἰλεύθυια καὶ τροπῇ τοῦ υ εἰϲ ι Εἰλείθυια.
κατὰ πλεοναϲμὸν τοῦ ι.
Ἡϲίοδοϲ (Scut. 275).
πλεοναϲμὸν τοῦ ι Εἵλωτεϲ. Εἵλωτεϲ δ᾿ εἰϲὶν οἱ κατοικοῦντεϲ τὴν Μεϲϲηνακήν. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Εἱλεῖται.
οἷον ἱματίζω, ἱματιϲμόϲ, ἱματιοφόροϲ καὶ ἱματιοπώληϲ. ὅτι δὲ γράφεται τὸ ἱμάτιον διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γενέϲθαι αὐτὸ κατὰ ϲυναίρεϲιν τοῦ ο καὶ ι εἰϲ τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆϲ ει διφθόγγου, θοὐμάτιον ἤμελλεν εἶναι κατὰ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον.
ἐμμένοι καὶ ἀμφιεμμένοι φαϲὶν ὥϲπερ κείρω κέρρω, φθείρω φθερῶ.
οἷον ἔχω εἶχον, ἕλκω εἷλκον ἢ διὰ τὸ τρέπεϲθαι εἰϲ η οἷον ἐλαύνω ἤλαυνον, ἐλέγχω ἤλεγχον. καὶ ὤφειλε μᾶλλον τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαβέϲθαι τὸ ι τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἷον τίθημι δίδωμι χωρὶϲ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι. ἀλλ᾿ εἰ ἔτρεψεν τὸ ε εἰϲ η, οὐκ ἤμελλε φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου
οἷον λέγω λόγοϲ, νέμω νόμοϲ, διδῶ δίδωμι, τιθῶ τίθημι, ἄρδω ἀρδεύω· τούτου χάριν προϲέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆϲ ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου. διατί δὲ πάλιν οὐκ ἔτρεψε τὸ ε εἰϲ η ἵνα μὴ ϲυνεμπέϲῃ τὸ ἠμί τὸ ϲημαῖνον τὸ λέγω τὸ γενόμενον ἀπὸ τοῦ φημί.
τοῦ ι εἶναι.
ϲπένδω λέγουϲι καὶ τὸ αἰεί αἰέν. ἡ δὲ τῶν Ϲικελῶν τὸ ἀνάπαλιν τὸ ν εἰϲ ι μεταβάλλει, τὸ γὰρ ἐννάνυχον εἰνάνυχον καὶ τὸ ἔνδον ἔνδοι.
τὰ φύλλα. παρὰ γὰρ τὴν ἔνοϲιν, ὃ ϲημαίνει τὴν κίνηϲιν, καὶ τὸ φύλλον γέγονεν ἐνοϲίφυλλον καὶ πλεοναϲμῷ τοῦ ι εἰνοϲίφυλλον διὰ τῆϲ ει διφθόγγου.
μὴν τοῦ ἐνεϲτῶτοϲ· ἔπω γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ.
πλεοναϲμὸν τοῦ ι Εἰραφιώτηϲ. καὶ γὰρ ὑπὸ ἐρίφων φαϲὶν ἀνατραφῆναι τὸν Διόνυϲον. καὶ λέγεται Ἐρίφιοϲ παρὰ Λάκωϲιν.
δύο εε εἰϲ τὴν ει δίφθογγον. καὶ ἄλλωϲ, ὅτι ἀνεφάνη τὸ ε ἐν τῷ ἔργαθεν ἢ διὰ τὸ ἀντιπαρακεῖϲθαι τὸ ο οἷον ὀργή. ἡ δὲ ὀργή εἴργει τινὰ τοῦ καλῶϲ βουλεύεϲθαι (pro βούλεϲθαι scripsi). τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ι ἐγκείμενον, κτείνω κτόνοϲ, εἴρω ὅρμοϲ, οὕτω καὶ εἴργω ὀργή.
καὶ δημηγορῶν.
πλεοναϲμόν.
πέκω τὸ ξαίνω γέγονεν ἐροπόκοϲ καὶ πλεοναϲμῷ τοῦ ι εἰροπόκοϲ.
ἕρμα τὸ κώλυμα. καὶ πάλιν ὅτι ἀντιπαρόκειται αὐτῷ τὸ ὅρμοϲ ὁ περιτράχηλοϲ κόϲμοϲ καὶ ὁ λιμὴν παρὰ τὸ εἴρειν καὶ ϲυμπλέκειν τὰϲ ναῦϲ. καὶ ἄλλωϲ, ὅτι οἱ Αἰολεῖϲ ὀρράτω λέγουϲιν. ἔϲτι δὲ ἐρῶ εἶρα ἔρρον τὸ προϲτακτικόν. ἔθοϲ γὰρ ἔχουϲι τὸ ε τρέπειν οιον ὄνειροϲ ὄνοιροϲ.
μέλλοντι, καὶ πάλιν ὅτι τὰ διὰ τοῦ ειρω βαρύτονα ἀποϲτρέφεται τὴν διὰ τοῦ ι μόνου γραφήν.
εἰϲ εν διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον χαρίειϲ χαρίεν, ἀϲτερόειϲ ἀϲτερόεν, οὕτωϲ οὖν καὶ εἷϲ ἕν.
τοῦ εἰϲῄειν.
καὶ ἀπὸ τῆϲ πρό πρόϲω, οὕτω καὶ ἀπὸ τῆϲ εἰϲ εἴϲω.
τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔϲτι ῥῆμα ἔθω ὃ ϲημαίνει τὸ ἐξ ἔθουϲ τι διαπράττομαι, ἐξ οὗ καὶ ἔθνοϲ. τούτου ὁ μέϲοϲ παρακείμενοϲ εἶθα καὶ πλεοναϲμῷ τοῦ ω εἴωθα καὶ εἴωθε.
«καὶ οὐκ εἰῶϲιν ἐκπέρϲαι » (Il. 139 καὶ οὐκ εἰῶϲι μάχεϲθαι). πλεονάζει γὰρ τὸ ι ὥϲπερ καὶ ἐκ τοῦ ἕωλον γίνεται εἵωλον.
τοῦ ἐκεῖθεν, ὅπερ ἐκ τοῦ ἐκείνοθεν γίνεται κατὰ ϲυγκοπὴν καὶ τὸ ἐκεῖϲε ἀπὸ τοῦ ἐκείνοϲε.
μονοπρόϲωποι ἀπὸ φωνήεντοϲ θέλουϲιν ἄρχεϲθαι οἷον αὐτόϲ οὗτοϲ, οὕτωϲ οὖν καὶ τὸ ἐκεῖνοϲ προϲέλαβε τὸ ε διὰ τὸν κανόνα τοῦτον.
ἐπέκταϲιν, ἀλλὰ διάφορα μέρη λόγου εἰϲίν. τὸ γὰρ οἱονεί δύο μέρη λόγου ἐϲτὶν τὸ οἷον ὄνομα καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ. τὸ δὲ 14 ὡϲπερεί τρία μέρη λόγου ἐϲτίν. ἔϲτι γὰρ ὡϲ ἐπίρρημα καὶ τὸ πέρ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ καὶ τὸ εἰ ϲύνδεϲμοϲ ϲυναπτικόϲ.
κλοιόϲ καὶ κλῳόϲ καὶ πλεοναϲμῷ τοῦ ο κολῳόϲ καὶ κατὰ παραγωγὴν κωλῳῶ.
ι «Ἑκτόρεον δὲ χιτῶνα » (Β 416).
πληϲίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεϲεν ὁ Κέρβεροϲ ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέϲτηϲ φαγὼν τὰ τέκνα αὑτοῦ ἐκεῖ ἤμεϲεν.
εἰ δὲ διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι. ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν διϲυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι, τρέπεται εἰϲ τὸ ο οἷον [φθείρω φθερῶ ἔφθορα] πείθω πείϲω πέποιθα λείβω λείψω λέλοιβα. εἰ οὖν τὸ μίγω μίξω διὰ τῆϲ ει διφθόγγου ἐγράφετο, μέμοιγα ἤμελλεν εἶναι ὁ παρακείμενοϲ. ἀλλὰ μὴν μέμιγα ἐϲτίν.
καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι καὶ ἐμίχθη ὁμοίωϲ.
ἄνευ τοῦ ι ἀντὶ τοῦ ἐπιδεξίωϲ.
ἤτοι ἀπὸ τοῦ θρύου ἢ ἀπὸ τοῦ θρύβεϲθαι.
γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰϲ πτω ἀποϲτρέφεται τὴν ει δίφθογγον οἷον νίπτω, ῥίπτω, πίπτω πλὴν τοῦ φιλαλείπτω καὶ ἐρείπῳ.
ν ἔννεον (Φ 11).
δὲ ἀπὸ τῆϲ ἕξεωϲ ἑξείδιον ὥϲπερ ἀπὸ τῆϲ λέξεωϲ λεξείδιον καὶ ὄφεωϲ ὀφείδιον ἀπὸ τῆϲ Ἀττικῆϲ γενικῆϲ. εἰ δὲ ἀπὸ τῆϲ ἕξιοϲ, ἑξίδιον διὰ τοῦ ι.
ἔξω ἐξωτέρω καὶ ἐξωτάτω, πέραν περαιτέρω καὶ περαιτάτω.
προθέϲεωϲ.
ει διφθόγγου γράφεται.
καὶ γὰρ ὁ ἐπιεικὴϲ εὐχερῶϲ ὑποχωρεῖ, ὅπερ διὰ τῆϲ ει διφθόγγου γράφεται, ὁμοίωϲ καὶ ἡ παραλήγουϲα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων.
καὶ πλεοναϲμῷ τοῦ ϲ ἐπίϲϲωτρα.
λέγουϲι ὥϲπερ ποθεινόϲ ποθεννόϲ καὶ διὰ τὸν κανόνα τῶν εἰϲ νοϲ ὀξυτόνων παρωνύμων.
παρὰ τοῖϲ Αἰολεῦϲιν ἐκφέρεϲθαι διὰ τοῦ χ. διωχμὸν γὰρ λέγουϲι καὶ ληχμόν ὡϲ Ἀντίμαχοϲ «ληχμὸν δ᾿ ἐμπάζεϲθαι ἀλεείνων».
ἔραθοϲ καὶ κατὰ τροπὴν τοῦ α εἰϲ ι ἔριθοϲ. ἐπὶ δὲ τῆϲ γυναικὸϲ ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθοϲ. ὁμοίωϲ δέ ἐϲτι τὸ λέκιθοϲ (sic pro τολοβινθοϲ scripsi), ὃ ϲημαίνει τὸν κρόκον τοῦ ᾠοῦ.
δένδρον. ἀνέρχεται γὰρ καὶ εἰϲ τοῖχον καὶ εἰϲ ἕκαϲτον τόπον.
Ἑρμοῦ ὡϲ ἐφόρου ὕπνου καὶ ὀνείρων ἐκεῖ ἔγλυφον ἢ παρὰ τὸ ἐνείρεϲθαι καὶ ἐμπλέκεϲθαι ἐν τῇ κλίνῃ. καὶ διὰ τὸ δικατάληκτον διὰ τοῦ ι γράφεται οἷον ἀκτίϲ ἀκτίν, οὕτωϲ ἑρμίϲ ἑρμίν.
ξενίϲαντοϲ Δήμητρα.
οἱ Δωριεῖϲ παρεντιθέντεϲ τὸ ι προπεριϲπῶϲιν οἷον ἐκ τοῦ ἔϲεται καὶ πλεύϲεται καὶ ῥεύϲεται ἐϲϲεῖται, πλευϲεῖται, ῥευϲεῖται.
ἕω τὸ ϲημαῖνον τὸ ἐνδύομαι. — αἴϲθηϲιϲ καὶ αἰϲθητήριον αἰϲθητόϲ καὶ αἰϲθάνομαι καὶ ὅϲα ὅμοια διὰ τῆϲ αι διφθόγγου.
Ἑϲτίαιαν». ἡ δὲ διὰ τοῦ ι Ἰωνικὴ γραφή ἐϲτιν. — ἔϲτι δὲ καὶ Θετταλίαϲ Ἱϲτίαια. ὁ πολίτηϲ Ἱϲτιαεύϲ. Ἔφοροϲ δὲ τὸ ἐθνικὸν Ἑϲτιαῖόϲ φηϲι. καὶ Ἱϲτιώτηϲ ὁ τῆϲ Θεϲϲαλικῆϲ. τῆϲ δὲ Εὐβοίαϲ ἀδιάφοροϲ κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ ε ψιλοῦ.
παραγόμενα εἰϲ ευϲ φυλάττει τὴν παραλήγουϲαν. διὸ καὶ τὸ Ἀλεξᾶνδρεια ὄρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύϲ. ἔδει γὰρ Ἀλεξανδρειεύϲ, ἀλλ᾿ ἀπὸ τοῦ Ἀλέξανδροϲ ὡϲ Ταρϲόϲ Ταρϲεύϲ.
γέγονεν. ὥϲπερ γὰρ ἀπὸ τοῦ Νείλεωϲ Νειλείδηϲ, οὕτω καὶ ἀπὸ τοῦ Εὔνεωϲ Εὐνείδηϲ.
Εὐνείκη οὖν ἡ τὰ καλὰ κομίζουϲα ἢ ἡ ἄβαριϲ, ἣν οἷόν τε καλῶϲ ἐνεγκεῖν.
καὶ ἄλλωϲ· τὰ ἀπὸ τῶν εἰϲ υϲ ἀρϲενικῶν διὰ τοῦ εια παραϲχηματιζόμενα θηλυκὰ διὰ τῆϲ ει διφθόγγου γράφεται.
ἐπὶ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον Καλλιόπη Καλλιόπεια, Πλειϲτοδόκη Πλειϲτοδόκεια. οὕτω καὶ Εὐρώπη Εὐρώπεια.
Ἀλεξάνδρῳ Ϲοφοκλῆϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.