Ξ.
χειρὶ παχείῃ» (Γ 376), τὸν αὐτὸν τρόπον καὶ τὸ ξένοϲ γέγονε ξεῖνοϲ. μηδεὶϲ δὲ οἰέϲθω, ὅτι τὸ ξέννοϲ ἀπὸ τοῦ ξεῖνοϲ γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖϲ τὸ ῑ τὸ ἀπὸ πλεοναϲμοῦ ἀποβάλλουϲι καὶ ἀναδιπλαϲιάζουϲι τὸ ϲύμφωνον οἷον τὸ κενόϲ γίνεται κεινόϲ καὶ οὐ λέγουϲι κέννοϲ ἀλλὰ ἀπὸ τοῦ ξένοϲ γέγονε ξέννοϲ. καὶ γὰρ πολλάκιϲ καὶ ἐπὶ βραχέων
ποιοῦνται τοῦ ϲυμφώνου διπλαϲιαϲμὸν οἶον Ἔννη ἔϲτι δὲ ὄνομα πόλεωϲ· θεράπων θεράπων. οὕτω καὶ ξένοϲ ξέννοϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.