γυναῖκαϲ ἢ ἵππουϲ, τὸ δὲ δμῳαί τὰϲ δούλαϲ. καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι, ὅτι ἐϲτὶ Τρώϲ Τρωόϲ καὶ δμώϲ δμωόϲ χωρὶϲ τοῦ ι καὶ μετάγεται ἡ γενικὴ εἰϲ εὐθεῖαν καὶ γίνεται Τρωόϲ καὶ δμωόϲ χωρὶϲ τοῦ ι. λέγει δὲ ὁ τεχνικόϲ, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν «Τρωϊάδαϲ γυναῖκαϲ» (Il. Ι 139) καὶ ἵππουϲ. καὶ Τρῳούϲ ἀντὶ τοῦ Τρωικοὺϲ
ἢ ἄνδραϲ ἢ ἵππουϲ (Ψ 291). ἀποβολῇ τοῦ κ Τρωΐουϲ καὶ ϲυναιρέϲει Τρῳούϲ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.