τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῖ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, λέγει ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ᾿ εὐφημιϲμὸν ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω
κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.