Choer. Orth. 266, 27: τρεῖϲ: τὸ περιϲπώμενον διὰ τῆϲ ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεϲθαι, ἐπειδὴ τριῶν ἐϲτι ἡ γενικὴ τῶν 1 2 3 4 5 πληθυντικῶν καὶ τριϲὶν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούϲῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουϲι τὸ ι κατὰ τὴν παραλήγουϲαν οἷον πόλιϲ πολίων πόλιεϲ, ὄφιϲ ὀφίων ὄφιεϲ· εἰ οὖν τριῶν καὶ τριϲίν, δῆλον ὅτι καὶ
τρίεϲ διὰ τοῦ ι καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δῆλον ὅτι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ. ἀλλὰ λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. καὶ ἄλλωϲ ὅτι οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ τρῆϲ ἔθοϲ ἔχοντεϲ
τὴν ει δίφθογγον εἰϲ η τρέπειν.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.