E. M. 520, 15: κλίϲιον: ὁ μὲν τεχνικὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι· λέγει ὅτι παρὰ τὸ κλείω ἐϲτίν, ὃ ϲημαίνει τὸ περιέχω. καὶ ἐκεῖθεν κλιϲιάϲ καὶ κλίϲιον τὸ ὑποκοριϲτικόν. τοῦτο παρὰ μὲν Ὁμήρῳ ϲυϲτέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίϲιον θέε πάντῃ» (ω 208), παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἐκτείνεται
τὸ ι καὶ παροξύνεται ὡϲ τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα τρβράχεα προπαροξύνεται ϲτόμα ϲτόμιον, θρόνοϲ θρόνιον, πτύξ πτυχόϲ πτύχιον. οὕτωϲ καὶ κλιϲιάϲ κλίϲιον· τὰ δὲ δακτυλικὰ πρὸ μιᾶϲ ἔχει τὸν τόνον.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.