— τούτου χάριν οὐκ ἐγίνοντο θρέφω καὶ θρέχω, ἀλλὰ τρέφω καὶ τρέχω, ἵνα μὴ εὑρεθῶϲιν ἀρχόμενα ἀπὸ δύο δαϲέων τῆϲ δευτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ δαϲέοϲ. ἐν δὲ τῷ μέλλοντι ἀποϲτάντοϲ τοῦ δαϲέοϲ φ καὶ χ τοῦ ὄντοϲ κατὰ τὴν δευτέραν ϲυλλαβὴν καὶ προϲελθόντοϲ τοῦ διπλοῦ εὐθέωϲ τὸ ὀφειλόμενον ἦλθε κατὰ τὴν ἄρχουϲαν καὶ γέγονε
θρέψω καὶ θρέξω. Ὡϲαύτωϲ καὶ τὸ θρίξ ὀφεῖλον κατὰ τὴν γενικὴν εἶναι θριχόϲ, ἵνα φυλάξη τὴν ἄρχουϲαν τῆϲ εὐθείαϲ (θέλει γὰρ ἡ εὐθεῖα φυλάττεϲθαι καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον Λάχηϲ Λάχητοϲ, Πάριϲ Πάριδοϲ, Αἴαϲ Αἴαντοϲ), οὐκ ἐγένετο οὕτωϲ, ἀλλὰ τριχόϲ κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὲ τὸ τ, ἵνα μὴ
εὑρεθῇ διϲύλλαβοϲ λέξιϲ ἀρχομένη ἀπὸ δύο δαϲέων, τῆϲ δευτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ δαϲέοϲ· ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἀποϲτάντοϲ τοῦ δαϲέοϲ τοῦ ὄντοϲ ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ καὶ προϲελθόντοϲ τοῦ διπλοῦ τοῦ ξ εὐθέωϲ τὸ ὀφειλόμενον θ προϲῆλθε κατὰ τὴν ἄρχουϲαν καὶ γέγονε θριξί.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.