κέκαρται, ἐπεὶ πρὸ τοῦ τ ἐϲτὶ ϲύμφωνον προϲερχομένου τοῦ ν, ἀϲυνταξία γίνεται· εὑρίϲκεται γὰρ πντ καὶ κντ καὶ ρντ· ἀλλ᾿ οὐ δύνανται τὰ τρία ϲύμφωνα ὁμοῦ παραλαμβάνεϲθαι, ἐπειδή, ἡνίκα εὑρεθῶϲι τρία ϲύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ϲ ἢ κ ἢ π, τὸ δὲ δεύτερον ἄφωνον, τὸ δὲ τρίτον ἀμετάβολον, ϲφραγίϲ, ϲτρατόϲ, ϲτρῶμα,
ϲκληρόϲ, ϲκῆπτρον, κάτοπτρον, οἰκτρόϲ, πλῆκτρον χωρὶϲ τοῦ ἐχθρόϲ καὶ ἔφθραϲαι. τούτου οὖν χάριν διὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνει ἐνταῦθα τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν καὶ διὰ μετοχῆϲ ἀναπληροῦνται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τετυμμένοι εἰϲί καὶ κεκαρμένοι εἰϲί καὶ νενυγμένοι εἰϲί.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.