«ἐν ἁπλῇ λέξει» διὰ τὸ ἐξάξαι, ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι κατὰ ϲυνέχειαν ϲυλλαβῶν, τουτέϲτι μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν διπλοῦν εὐθέωϲ ἑτέρα ϲυλλαβὴ ἐπάγεται ἔχουϲα τὸ αὐτὸ διπλοῦν. ἀλλ᾿ οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ. ἀλλὰ ϲύνθετοϲ, ἀπὸ γὰρ τῆϲ ἐξ προθέϲεωϲ ϲύγκειται καὶ τοῦ ἄξαι ῥήματοϲ. πρόϲκειται δὲ «κατὰ ϲυνέχειαν ϲυλλαβῶν»
διὰ τὸ ζευγίζω· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι καὶ ἐν ἁπλῇ λέξει, ἀλλ᾿ οὐ κατὰ ϲυνέχειαν ϲυλλαβῶν. οὐδὲ γὰρ μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν τὸ διπλοῦν εὐθέωϲ ἐπιφέρεται ἡ ἑτέρα ϲυλλαβὴ ἔχουϲα τὸ αὐτὸ διπλοῦν, ἀλλὰ μεταξὺ τῶν ϲυλλαβῶν τῶν ἐχουϲῶν τὸ διπλοῦν ἐϲτιν ἑτέρα ϲυλλαβή. «τὸ αὐτὸ δὲ διπλοῦν» πρόϲκειται διὰ
τὸ ζεῦξαι ἐνταῦθα γὰρ ἐν ἁπλῇ λέξει καὶ κατὰ ϲυνέχειαν ϲυλλαβῶν ἐϲτι τὸ διπλοῦν, ἀλλ᾿ οῦκ ἔϲτι τὸ αὐτὸ διπλοῦν. διὰ τοῦτο Ξέρξηϲ βάρβαρον εἶναι λέγομεν ὡϲ ἔχον ἐν ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν τὸ αὐτὸ διπλοῦν. τῆϲ οὖν Μόψοποϲ γενικῆϲ εἰ ἐλέγετο ἡ εὐθεῖα, 1 ἤμελλεν εἶναι Μόψοψ καὶ λοιπὸν ηὑρίϲκετο ἐν τῇ αὐτῇ ϲυλλαβῇ καὶ ἐν ἁπλῇ λέξει τὸ αὐτὸ διπλοῦν, ὅπερ ἐϲτὶν ἀδύνατον.
ὂν δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι᾿ οὗ ὥριϲται καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι᾿ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ᾿ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα
εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν (sc. Herodianus), ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃc ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ᾿ ἐν πολλοῖϲ
ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων, ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ ι. Ϲοφοκλῆϲ (Oed. Tyr. 756) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴιριδι δίῃ» κακίζεται κατὰ τὸ ἐπάλληλον τῶν διχρόνων.
hausit: non dicunt Graeci Χαρύβδιδοϲ, quamvis regula exigat, sed
Χαρύβδιοϲ.
δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὺρίϲκετο γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ καὶ ἐκ τούτου κακόφωνοϲ ἐγένετο ἡ λέξιϲ.
2 τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια, τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡρωδιανόϲ.
δ᾿ οὐκ ἐποίηϲε διὰ τὸ μέτρον, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἃ ἐν πλεοναϲμῷ τοῦ ε γίνονται δείουϲ καὶ ϲπείουϲ.
πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον» διὰ τὸ Ῥοιτειεύϲ καὶ Ϲιγειεύϲ.
τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η.
Περὶ συντάξεως τῶν στοιχείων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.