E. Or. 67, 21, E. M. 417, 16: ἠβαιόν ὀλίγον καὶ ὀλιγοχρόνιον. οἱ μὲν παρὰ τὴν βῆν, ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέωϲ αὔξεται καὶ ἐλαττοῦται, ἀφ’ οὗ παρώνυμον ἠβαόϲ καὶ ἠβαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον ἀκμάζων καὶ μαραινόμενοϲ πάλιν. καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε
δαϲύνεϲθαι· οὐκ ἔϲτι δὲ οὕτωϲ. ἀλλ’ ἀπὸ τοῦ βῆναι γίνεται βαόϲ καὶ πλεοναϲμῷ τοῦ ι βαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώϲ καὶ πλεοναϲμῷ τοῦ η ἠβαιόϲ ὡϲ τὸ μύει ἠμύει βαιόν καὶ ἠβαιόν.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.