φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ πρὸϲ πρεϲβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖοϲ δεῖ αὐτὸ κανονίζειν καὶ κατὰ πλεοναϲμὸν τοῦ η αὐτὸ γεγονέναι ἠθεῖοϲ. πλεονάζει γὰρ τὸ η ἐν πολλαῖϲ λέξεϲιν ὡϲ τὸ μύω ἠμύω, πεδανόϲ ἠπεδανόϲ, βαιόϲ ἠβαιόϲ, εὐγενήϲ εὐηγενήϲ. ἢ παρὰ τὸ ἔθοϲ ἔθειοϲ ὡϲ τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ
καὶ τροπῇ τοῦ ἕ εἰϲ η καὶ καταβιβαϲμῷ τοῦ τόνου ἠθεῖοϲ. ἀναλογώτερον δέ ἐϲτιν ἐκ τοῦ θεῖοϲ αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθοϲ. ἐκ γὰρ τοῦ θεῖοϲ καὶ ἡ αὐτὴ τάϲιϲ ϲώζεται καὶ ὀλίγα πάθη δίδοται, ἐκ δὲ τοῦ ἔθοϲ καὶ ἀλλότριοϲ ὁ τόνοϲ καὶ πολλὰ τὰ πάθη δίδοται.
Περὶ παθῶν. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.